TLG 0098 001 :: ZENOBIUS Sophista :: Epitome collectionum Lucilli Tarrhaei et Didymi

ZENOBIUS Sophista 〈Paroemiogr.〉, fiq Zenobius Gramm.
(A.D. 2)

Epitome collectionum Lucilli Tarrhaei et Didymi

Source: von Leutsch, E.L., Schneidewin, F.G. (eds.), Corpus paroemiographorum Graecorum, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1839 (repr. Hildesheim: Olms, 1965): 1–175.

Citation: Centuria — section — (line)

t

1

ΖΗΝΟΒΙΟΥ ΕΠΙΤΟΜΗ ΕΚ ΤΩΝ ΤΑΡΡΑΙΟΥ ΚΑΙ ΔΙΔΥΜΟΥ ΠΑΡΟΙΜΙΩΝ ΣΥΝΤΕΘΕΙΣΑ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ.

1

.

1

Ἀβυδηνὸν ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Εὔδοξος ἐν Ὑποβολιμαίῳ. Φασὶ δὲ ὅτι τοῖς Ἀβυδηνοῖς ἔθος ἦν μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προσάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς
5εὐωχουμένοις· κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γι‐ νομένου διὰ τὰς τίτθας, ἀηδίαν εἶναι πολλὴν τοῖς δαιτυ‐ μόσιν. Εἴρηται δὲ ἡ παροιμία καὶ ἀπὸ τοῦ ὑπ’ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους· ἔνθεν Ἀριστοφάνης τὸν
συκοφάντην Ἀβυδοκόμην εἶπεν.1

1

.

2

Ἀγαθώνιος αὔλησις: ἡ μαλακὴ, καὶ μήτε πι‐ κρὰ μήτε χαλαρὰ, ἀλλ’ εὔκρατος καὶ ἡδίστη. Εἴρηται δὲ ἀπὸ Ἀγάθωνος αὐλητοῦ, ὃς ἐπὶ μαλακίᾳ ἐκωμῳδεῖτο.

1

.

3

Ἀγαθὰ Κιλλικῶν: λείπει τὸ ἔχει. Προδότης γὰρ γέγονεν οὗτος ὁ Κιλλικῶν, Μιλήσιος τὸ γένος, ὃς προ‐ δοὺς Μίλητον εὐπόρησεν.

1

.

4

Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν εἴρηται ἡ παρ‐ οιμία. Ἅβρων γάρ τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἁβροῦ τὸ ὄνομα γεγονέναι.

1

.

5

Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακο‐ ήθων λέγεται. Κέρκωπες γὰρ ἀπατεῶνες ἐγένοντό τινες,
ἐξαπατῆσαι τὸν Δία βουλόμενοι.2

1

.

6

Ἀγαμεμνόνεια φρέατα: ἐπὶ τῶν μεγάλων ἔργων. Ἱστοροῦσι γὰρ τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολ‐ λαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.

1

.

7

Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων πρα‐ γμάτων εἴρηται. Ἔστι δὲ ἡ πέτρα αὕτη ἐν τῇ Ἀττικῇ, ἐφ’ ἧς ἐκαθέσθη ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει· ἐρα‐ σθεὶς γὰρ Περσεφόνης ὁ Πλούτων ἥρπασεν αὐτὴν κρύφα.
5Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιήρχετο. Μαθοῦσα δὲ παρ’ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανὸν, καὶ εἰκασθεῖσα γυναικὶ ἧκεν εἰς Ἐλευ‐ σῖνα· ἔνθα ἐπὶ πέτραν ἐκάθισε τὴν ἀπ’ ἐκείνης κληθεῖ‐
10σαν Ἀγέλαστον.

1

.

8

Ἀγρίου βέβρωκας: οἱονεὶ ζώου ἀγρίου. Εἰώθασι δὲ οἱ βεβρωκότες χασμᾶσθαι.

1

.

9

Ἀγαθῶν θάλασσα: ἐπὶ πλήθους ἀγαθῶν εἴρηται.3

1

.

10

Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας εἴρηται.

1

.

11

Ἀγαθῶν μυρμηκι: ἐπὶ πλήθους εὐδαιμονίας.

1

.

12

Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δευ‐ τερεῖά τισι διδόντων.

1

.

13

Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν. Ἀγαμέμνονος γὰρ θύοντος ἐν Τροίᾳ ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη.

1

.

14

Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες: ἐπὶ τῶν σφό‐ δρα πρὸς ἔλεον ῥεπόντων.

1

.

15

Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι
μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν, παραινεῖ ἡ παροιμία.4

1

.

16

Ἀγναμπτότατος βάτος αὖος: ἐπὶ τοῦ σκλη‐ ροῦ καὶ αὐθάδους τὸν τρόπον.

1

.

17

Ἀνενδεὴς ὁ Θεός: παροιμία· παρόσον οὐδενὸς ἐπιδέεται ὁ Θεός.

1

.

18

Ἀδμήτου μέλος: τὸ εἰς Ἄδμητον μέλος ᾀδόμε‐ νον πένθιμον. Οὗτος δὲ ὁ Ἄδμητος βασιλεὺς ἦν τῶν Φερῶν, ᾧτινι Ἀπόλλων ἐθήτευσε δι’ αἰτίαν τήνδε. Ἀσκληπιὸς ὁ Ἀπόλ‐
5λωνος παῖς παρὰ Χείρωνος τὴν ἰατρικὴν παιδευθεὶς, καὶ παρὰ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργόνης ῥυὲν αἷμα, δι’ αὐτοῦ πολλοὺς ἐθεράπευε. Τῷ μὲν γὰρ ἐκ τῶν ἀριστερῶν φλεβῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δ’ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν· ὅθεν καί
10τινας τεθνεῶτας ἀναστῆσαι μυθολογεῖται. Διὰ γοῦν τὸ μὴ δόξαι τοῦτον παρ’ ἀνθρώποις εἶναι θεὸν, ὁ Ζεὺς ἐκεραύνωσεν· Ἀπόλλων δὲ ὀργισθεὶς κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν κατασκευάσαντας τῷ Διί. Ζεὺς δὲ
ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, ἀλλὰ δεηθείσης5
15Λητοῦς ἐκέλευσεν αὐτῷ ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. Ὁ δὲ παραγενόμενος εἰς Φερὰς εἰς Ἄδμητον, τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βοῦς πάσας διδυμοτόκους ἐποίησε. Φιλοφρονηθεὶς δὲ τὰ μέγιστα παρ’ αὐτοῦ, ᾐτήσατο τὰς Μοίρας, ἵν’ ὅταν ἡ τελευτὴ τῷ Ἀδμήτῳ ἐπικλωσθῇ,
20ἑτέρου τινὸς ἀντὶ τούτου θνήσκειν προαιρουμένου τὸν Ἄδμητον τοῦ θανάτου ἀπολυθῆναι. Ὡς δὲ ἦλθεν ἡ τοῦ θνήσκειν ἡμέρα, μήτε τοῦ πατρὸς μήτε τῆς μητρὸς ὑπὲρ αὐτοῦ θνήσκειν θελόντων, Ἄλκηστις ὑπεραπέθανεν ἡ τούτου γυνή. Ἔκτοτε οὖν σκολιὰ καὶ πενθήρη πρὸς
25τὸν Ἄδμητον ᾔδοντο μέλη, μέχρις ἂν ἡ Κόρη ἀνέπεμψεν Ἄλκηστιν. Ὡς δὲ λέγουσιν ἔνιοι, Ἡρακλῆς πρὸς αὐτὸν ἀνεκόμισε μαχεσάμενος Ἅιδῃ.

1

.

19

Ἄιδειν πρὸς μυῤῥίνην: ἔθος ἦν τὸν μὴ δυ‐ νάμενον ἐν τοῖς συμποσίοις ᾆσαι, δάφνης κλῶνα ἢ μυῤ‐ ῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν.

1

.

20

Ἀετὸν κάνθαρος μαιεύεται: παροιμία· τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες,
ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.6

1

.

21

Ἀληλεσμένον βίον καὶ μεμαγμένον βίον: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου καὶ ἀκόπου.

1

.

22

Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμεί‐ νονα βίον μεταβαλόντων.

1

.

23

Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν μεγάλῳ κιν‐ δύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος, τὴν ἀντλίαν ἐπαναβῆναι συνέβη καὶ ἐκτῆξαι τοὺς ἅλας. Ὅθεν
5ἡ παροιμία.

1

.

24

Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προσήκει ἕκαστον ἐξομοιοῦν ἑαυτὸν τού‐ τοις, ἐν οἷς ἂν καὶ γένηται τόποις· ἐκ μεταφορᾶς τοῦ
πολύποδος.7

1

.

25

Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μέν τι προσ‐ ποιουμένων, οὐκ εἰδότων δέ· ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον πρὸ τῶν μαντευομένων· ὅθεν καὶ τοῖς τῶν ἀποῤῥήτων κοινωνοῦσι κύαμον ἐτίθουν.

1

.

26

Αἲξ οὐρανία: Κρατῖνος φησὶ καθάπερ Διὸς αἶγα Ἀμαλθείαν, οὕτω καὶ τῶν δωροδοκούντων αἶγα οὐρα‐ νίαν. Οἱ δὲ τοὺς εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὰς παρέχοντας οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες,
5ἐπεὶ καὶ ὁ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὃ ἐβούλετο
εἶχεν.8

1

.

27

Αἲξ τὴν μάχαιραν: παροιμία ἐπὶ τῶν κακῶς τι καθ’ ἑαυτῶν ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης· Κορίν‐ θιοι θυσίαν τελοῦντες Ἥρᾳ ἐνιαύσιον, τῇ ὑπὸ Μηδείας ἱδρυνθείσῃ καὶ Ἀκραίᾳ καλουμένῃ, αἶγα τῇ θεῷ ἔθυον.
5Τινὲς δὲ τῶν κομισάντων μισθωτῶν ἔκρυψαν τὴν μάχαι‐ ραν, καὶ σκηπτομένων [ἐπιλελῆσθαι] ἔνθα ἀπέθεντο, ἡ αἲξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνε, καὶ τὴν μὲν σκῆ‐ ψιν αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία ἐγέ‐ νετο· ὅθεν ἡ παροιμία.

1

.

28

Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω κινδύνου παν‐ τὸς ῥᾷστα δὲ καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων.

1

.

29

Ἀδύνατα θηρᾷς: ἐπὶ τοῦ ἐγχειροῦντος μείζοσιν ἢ καθ’ ἑαυτόν.

1

.

30

Ἀδράστεια Νέμεσις: ἀπὸ Ἀδράστου· τάττεται δὲ ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονησάντων, ὕστερον δὲ
δυστυχησάντων. Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης μετὰ τὴν ἀπώλειαν τοῦ9
5ἰδίου πατρὸς Οἰδίποδος τὴν βασιλείαν Θηβῶν παραλαβόν‐ τες, περὶ ταύτης συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ’ ἐνιαυτὸν ἄρχειν, καὶ οὕτως κατ’ ἔτος τὴν βασιλείαν ἀμείβεσθαι. Ἄρξαντος οὖν Ἐτεο‐ κλέους καὶ μὴ βουλομένου τῷ ἀδελφῷ τὴν βασιλείαν πα‐
10ραδοῦναι μετὰ τὴν τοῦ χρόνου παρέλευσιν, Πολυνείκης ἐφυγαδεύθη, καὶ πρὸς Ἄργος ἀφικόμενος τοῖς τοῦ Ἀδρά‐ στου βασιλείοις προσεπέλασε νύκτωρ, καὶ προστυχὼν ἐκεῖσε τῷ Τυδεῖ φεύγοντι ἐκ Καλυδῶνος δι’ ὃν εἰργάσατο φόνον, συνάπτει μάχην. Γενομένης δὲ βοῆς Ἄδραστος ἐπιφα‐
15νεὶς τούτους διέλυσε. Καὶ λογίου τινὸς ἀναμνησθεὶς λέ‐ γοντος αὐτῷ, κάπρῳ καὶ λέοντι τὰς θυγατέρας συζεῦξαι, ἀμφοτέρους εἵλετο νυμφίους· εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν προτομὴν λέοντος, ὁ δὲ κάπρου. Ὑπέσχετο οὖν καὶ ἀμφοτέρους εἰς τὰς ἰδίας ἀποκαταστῆσαι πατρίδας.
20Καὶ πρῶτον ἐπὶ Θήβας στρατεύει, ἔνθα τῶν ἀρίστων Ἀργείων πεσόντων μόνος διέφυγεν Ἄδραστος. Τοὺς δὲ νεκροὺς αὐτῶν ἀτάφους τῶν Θηβαίων ῥιψάντων καὶ μὴ διδόντων ταφῇ, οἱ τῶν ἀποθανόντων παῖδες πρὸς τὸν τοῦ
Ἐλέου καταφυγόντες βωμὸν τοὺς νεκροὺς ἐξῄτουν. Ἀθη‐10
25ναίων δὲ στρατευσάντων, οἱ νεκροὶ δίδονται. Ὅτε καὶ Εὐάδνη ἡ τοῦ Καπανέως γυνὴ ἑαυτὴν τῇ πυρᾷ βαλοῦσα τῷ τοῦ ἀνδρὸς συγκατεκαύθη νεκρῷ. Μετὰ δὲ χρόνους οἱ τῶν ἀπολομένων Ἀργείων παῖδες ἐπὶ Θήβας ἐστρατεύ‐ σαντο, τὸν τῶν πατέρων θάνατον βουλόμενοι τιμωρήσα‐
30σθαι. Τειρεσίου δὲ τοῦ μάντεως θεσπίσαντος Θηβαίοις τὴν νίκην ἐπ’ Ἀργείοις κεῖσθαι, δρασμὸν ἐπενόησαν· καὶ στέλλουσι μὲν πρέσβεις πρὸς Ἀργείους, αὐτοὶ δὲ νυκτὸς τὴν πόλιν καταλιπόντες, φυγάδες ᾤχοντο. Εἰσίασιν οὖν εἰς τὴν πόλιν Ἀργεῖοι, καὶ τὰ ταύτης τείχη καθελόντες
35τὴν λείαν συνήθροισαν. Ὅθεν ἡ παροιμία προήχθη λέ‐ γεσθαι ἐπὶ τῶν ἄδικα διαπραττομένων καὶ τὴν δίκην μὴ ἐκφευγόντων.

1

.

31

Ἁρπαγὰ τὰ Κιννάρου: ταύτης μὲν μέμνηται Καλλίμαχος ἐν ἰάμβοις· Τίμαιος δὲ ἔφη, ὅτι Κίνναρος ἐγένετο πορνοβοσκὸς Σελινούσιος. Πλουσιώτατος γοῦν ἐκ τῆς ἐργασίας γενόμενος, ζῶν μὲν ἐπηγγέλλετο τὴν οὐσίαν
5ἱερὰν τῇ Ἀφροδίτῃ καταλεῖψαι, τελευτῶν δὲ τὰ ὄντα προὔθηκεν εἰς ἁρπαγήν.

1

.

32

Ἀρχὴ Σκυρία: παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· παρόσον πετρώδης καὶ λυπρά
ἐστιν ἡ Σκῦρος.11

1

.

33

Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαιόντων καὶ φθει‐ ρόντων καὶ διαβολὰς ποιούντων· εἴρηται δὲ παρόσον ἡ Δηϊάνειρα πέπλον ἔπεμψεν Ἡρακλεῖ, ὑφ’ οὗ καυθεὶς ἐφθάρη.
5 Ἡρακλέους γὰρ τοὺς Κενταύρους καταπολεμήσαν‐ τος, εἷς ἐξ αὐτῶν Νέσσος ὀνομαζόμενος διαφυγὼν ἧκεν ἐπὶ ποταμὸν Εὔηνον, ἐν ᾧ καθεζόμενος τοὺς παριόντας διεπόρθμευεν. Ἀπερχόμενος δὲ Ἡρακλῆς πρὸς Κήϋκα εἰς Τραχῖνα ἧκε † μεθ’ ἑαυτοῦ καὶ Δηϊάνειραν. Αὐτὸς
10μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διῄει· Δηϊάνειραν δὲ μι‐ σθὸν αἰτηθεὶς, ἐκέλευε Νέσσῳ διακομίζειν. Ὁ δὲ δια‐ πορθμεύων ἐπεχείρει βιάζεσθαι· τῆς δὲ ἀνακραγούσης αἰ‐ σθόμενος Ἡρακλῆς ἐτόξευσε Νέσσον εἰς τὴν καρδίαν. Οὗτος δὲ μέλλων τελευτᾶν προσκαλεσάμενος Δηϊάνειραν
15εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα ἐκμάξασθαι. Ἡ δὲ ποιήσασα τοῦτο, ἐφύλαττε παρ’ ἑαυτῇ. Ἀπελθὼν οὖν Ἡρακλῆς εἰς Τραχῖνα, κἀκεῖθεν στρατευσάμενος ἐπὶ τὴν Οἰχαλίαν, τὴν πόλιν αἱρεῖ. Καὶ ληΐσας ταύτην, ἦγεν
20Ἰόλην αἰχμάλωτον. Μέλλων δὲ τῷ Διὶ χαριστήρια θύειν, ἔπεμψε πρὸς Δηϊάνειραν λαμπρὰν ἐσθῆτα ζητῶν. Μα‐ θοῦσα δὲ Δηϊάνειρα τὰ περὶ τὴν Ἰόλην, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλ‐ τρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρι‐
25σεν. Ἐνδυσάμενος οὖν Ἡρακλῆς ἔθυεν. Ὡς δὲ θερ‐ μανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τοῦ χρωτὸς καθ‐
ήπτετο, τὸν χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι. συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. Τοιαύτῃ συμ‐ φορᾷ κατασχεθεὶς Ἡρακλῆς, εἰς Τραχῖνα πρὸς Δηϊάνει‐12
30ραν κομίζεται. Αὕτη μὲν οὖν αἰσθομένη τὸ γεγονὸς ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἦν ἐκ Δηϊανείρας αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην γῆμαι, παρεγένετο εἰς Οἴτην ὄρος, ἔνθα πυρὰν ἔνησεν, ἧς ἐπι‐ βὰς, ὑφάπτειν ἐκέλευσε. Μηδενὸς δὲ τῶν σὺν ἐκείνῳ
35τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων, τὴν πυρὰν ὑφῆψεν· καὶ τούτῳ τὰ τόξα Ἡρα‐ κλῆς ἐδωρήσατο. Καιομένης δὲ τῆς πυρᾶς, λέγεται νέ‐ φος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι.

1

.

34

Αἵματι κλαίειν: κατὰ ὑπερβολὴν, οὐ δάκρυσιν ἀλλ’ αἵμασι κλαίειν.

1

.

35

Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων κρα‐ τεῖν τινων καὶ ὑπ’ ἐκείνων ἁλόντων.

1

.

36

Αἱ Χάριτες γυμνα: ἤτοι ὅτι δεῖ ἀφειδῶς καὶ φανερῶς χαρίζεσθαι· ἢ ὅτι οἱ ἀχάριστοι τὸν ἑαυτῶν κόσμον ἀφῄρηνται.

1

.

37

Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροσδοκήτως ἀφ’
ὧν ἥμαρτον κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναι‐ ρούμενος καὶ γεράνους ὑπεριπταμένας ἰδὼν ἐμαρτύρατο. Χρόνου δὲ προϊόντος οἱ λησταὶ ἐν θεάτρῳ θεώμενοι γε‐13
5ράνους ἱπταμένας πρὸς ἀλλήλους ἔλεγον, Αἱ Ἰβύκου γέρανοι. Εἶτα ἐκ τούτου ἁλόντες ἐκολάσθησαν.

1

.

38

Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκούστων. Ὁμοία δὲ αὕτη καὶ τῇ, Ἀνέμῳ διαλέγ.

1

.

39

Αἰθέρα νήνεμον ἐρέσσειν: ἐπὶ τῶν μάτην πονούντων.

1

.

40

φ’ Ἑστίας ἀρχόμενοι: μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων. Ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ
τὰς ἀπαρχὰς ποιεῖσθαι.14

1

.

41

Ἄϊδος κυν: πρὸς τοὺς ἐπικρύπτοντας ἑαυτοὺς διά τινων μηχανημάτων. Τοιαύτη γὰρ ἡ τοῦ Ἅιδου κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργόνα ἐδειροτόμησεν. Ἡ δὲ ἱστορία ἔχει οὕτως. Ἀκρισίῳ περὶ παίδων
5γενέσεως ἀῤῥένων χρηστηριαζομένῳ, ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς, ὃς αὐτὸν ἀποκτείνῃ. Δείσας δὲ ὁ Ἀκρίσιος, ὑπὸ γῆν θάλαμον χάλκεον κατασκευάσας, Δανάην τὴν αὑτοῦ θυγατέρα ἐφρούρει. Ταύτης ὁ Ζεὺς ἐρασθεὶς, καὶ εἰς χρυσὸν μεταμορφωθεὶς, διὰ τῆς ὀρο‐
10φῆς εἰς τοὺς αὐτῆς κόλπους ἐῤῥύη. Αἰσθόμενος δὲ ὁ Ἀκρίσιος ἐξ αὐτῆς γεγεννημένον Περσέα, μετὰ τοῦ παι‐ δὸς εἰς λάρνακα βαλὼν ἔῤῥιψεν αὐτὴν εἰς θάλασσαν. Προσενεχθείσης δὲ τῆς λάρνακος ἐν Σερίφῳ νήσῳ, Δίκτυς ἄρας ἀνέτρεφε Περσέα. Βασιλεύων δὲ τῆς Σερίφου Πο‐
15λυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθεὶς, καὶ ἠνδρω‐ μένου Περσέως μὴ δυνάμενος τελέσαι τὸν ἔρωτα, συνεκά‐ λει τοὺς φίλους, μεθ’ ὧν καὶ Περσέα, λέγων, ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους.
Τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργό‐15
20νος οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν ἄλλων ᾔτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος τὴν κεφαλὴν κομίζειν. Ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἐνυὼ, Πεμφρηδὼ καὶ Δεινώ. Ἦσαν δὲ
25αὗται γραῖαι ἐκ γενετῆς, ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἀλλήλαις ἤμει‐ βον. Ὧν κυριεύσας ὁ Περσεὺς, ὡς ἀπῄτουν, ἔφη δώ‐ σειν, ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς Νύμφας φέ‐ ρουσαν. Αὗται δὲ αἱ Νύμφαι πτηνὰ εἶχον πέδιλα, καὶ
30τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν, ἣν ὁ ἔχων οὓς μὲν ἤθελε ἔβλεπεν, ὑπ’ ἄλλων δὲ οὐχ ὡρᾶτο. Ἀπελθὼν οὖν ὁ Περσεὺς, καὶ ἀναλαβόμενος ταῦτα, πτηνὸς διὰ τῶν πεδίλων πρὸς τὰς Γοργόνας ἐφέρετο. Ἦσαν δὲ αἱ Γοργόνες ἀδελφαὶ τρεῖς,
35Εὐρυάλη, Σθενὼ, Μέδουσα· κεφαλὰς μὲν ἔχουσαι περιε‐ σπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας καὶ πτέρυγας δι’ ὧν ἐφέροντο· τοὺς δὲ ἰδόντας, λίθους ἐποίουν. Μόνη δὲ τῶν τριῶν θνητὴ ἦν ἡ Μέδουσα. Πρὸς ταύτην ὁ Περσεὺς ἀπεστραμμένος,
40καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι’ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπε, τὴν χεῖρα ἔτεινεν, Ἀθηνᾶς αὐτὴν κατ‐ ευθυνούσης. Καὶ καρατομηθείσης τῆς Μεδούσης, αἱ ταύτης ἀδελφαὶ ἀναπτᾶσαι τὸν Περσέα ἐδίωκον. Συνιδεῖν δὲ αὐτὸν μὴ δυνάμεναι διὰ τὴν κυνῆν, ὑπέστρεψαν. Περ‐
45σεὺς δὲ παραγενόμενος εἰς Σέριφον, καὶ καταλαβὼν Πο‐ λυδέκτην συγκαλέσαντα τοὺς φίλους αὐτοῦ πρὸς τὰ βασί‐
λεια, ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων ἕκαστος ἀπελιθώθη. Καὶ καταστήσας τῆς Σερίφου βασιλέα Δίκτυν τὴν κεφαλὴν τῆς Γοργόνος16

1

.

41

(50)

Ἀθηνᾷ δίδωσι, τὴν δὲ κυνῆν Ἑρμῇ, ὡσαύτως δὲ καὶ τὰ πέδιλα καὶ τὴν κίβισιν· ὁ δὲ πάλιν ἀπέδωκε ταῖς Νύμ‐ φαις. Ἀναλαβόμενος οὖν Περσεὺς τὴν μητέρα πρὸς Ἄρ‐ γος ἔσπευδεν, ἵνα τὸν Ἀκρίσιον θεάσηται. Ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς τὸν χρησμὸν, ἀπολιπὼν Ἄργος
55εἰς Λάρισσαν παραγίνεται. Τοῦ δὲ τῶν Λαρισσαίων βα‐ σιλέως γυμνικὸν ἀγῶνα διατιθέντος ἐπὶ κατοιχομένῳ τῷ πατρὶ, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων. Ἀγωνιζόμενος δὲ πένταθλον τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν ἀπέκτεινεν αὐτόν. Καὶ οὕτω πέρας εἴληφεν
60ὁ χρησμός.

1

.

42

Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει: ἐπὶ τῶν οὔπω τεχθέντων καὶ ὁμοίως λεγομένων.

1

.

43

Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελών‐ των. Ὁ Αἴας γὰρ παραφροσύνην νοσήσας καὶ μανεὶς διὰ τὸ προτιμηθῆναι τὸν Ὀδυσσέα εἰς τὴν τῶν Ἀχιλλείων ὅπλων κατοχὴν, κατὰ τῶν Ἑλλήνων ξιφήρης ὥρμησε καὶ
5κατὰ τῶν βοσκημάτων προνοίᾳ θεῶν τραπεὶς ὡς Ἀχαιοὺς ταῦτα φονεύει. Δύο δὲ μεγίστους κριοὺς κατασχὼν ὡς Ἀγαμέμνονα καὶ Μενέλαον δέσμευσας ἐμάστιξε καὶ κατε‐ γέλα τούτων μαινόμενος. Ὕστερον δὲ σωφρονήσας ἑαυ‐
τὸν κτείνει.17

1

.

44

Ἄχρι κόρου: παροιμία ἦν, ὅτι, ἄχρι κόρου ἐκεῖνος ἀναίσθητος ἐστίν· καί· οὗτος ἄχρι κό‐ ρου ἐφενάκισεν.

1

.

45

Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν τίθε‐ ται ἡ παροιμία. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητὴς, παίγνιά τε κατέλιπεν εὐρυθμότατα καὶ χάριν ἔχοντα πλείστην καὶ σκώμματα κομψότατα.

1

.

46

Αἰθίοπα σμήχων: ἐπὶ τῶν μάτην ἀνήνυτον ἔρ‐ γον ἐπιτελούντων.

1

.

47

Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυσαπονίπτοις ὀνεί‐ δεσι καὶ κακοῖς συνεχομένων· ἐπειδὴ τοῖς [Δελφοῖς] ἀδί‐ κως τὸν Αἴσωπον ἀνελοῦσιν ὠργίσθη τὸ δαιμόνιον· καὶ διὰ τοῦτο τὴν Πυθίαν φασὶν ἀνῃρηκέναι αὐτοῖς, ἱλάσκε‐
5σθαι τὸ ἐπὶ Αἰσώπῳ μύσος. Οὕτω γὰρ θεοφιλὴς ἐγέ‐ νετο ὁ Αἴσωπος, ὡς μυθεύεται αὐτὸν ἀναβιῶναι ὡς
Τυνδάρεων καὶ Ἡρακλῆν καὶ Γλαῦκον.18

1

.

48

Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. Οἱ γὰρ Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ νικήσαντες Αἰτωλοὺς τὴν Πυθίαν ἐξηρώτων, τίνες εἰσὶ κρείττονες τῶν Ἑλλήνων· ἡ δὲ εἶπεν,
5Ὑμεῖς δ’ Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι.

1

.

49

Ἀκαρπότερος εἶ Ἀδώνιδος κήπων: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων εἴρηται ἡ παροιμία· μέ‐ μνηται αὐτῆς Πλάτων ἐν Φαίδρῳ. Γίνονται δὲ οὗτοι οἱ κῆποι τοῦ Ἀδώνιδος εἰς ἀγγεῖα κεράμεια σπειρόμενοι ἄχρι
5χλόης μόνης· ἐκφέρονται δὲ ἅμα τελευτῶντι τῷ θεῷ καὶ
ῥιπτοῦνται εἰς κρήνας.19

1

.

50

Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: ταύτην φασὶν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν φάσκουσαν φιλεῖν τε καὶ στέργειν αὐτὸν μάλιστα ὑπὲρ πάντας ἀν‐ θρώπους.

1

.

51

Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων
λέγεται, παρόσον οἱ ἀκάνθιοι τέττιγες οὐκ ᾄδουσιν.20

1

.

52

Ἁκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Ὅλην δὲ Ἀριστοφάνης ἐν τετραμέτροις † ἐκφέρει λέγων, Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκεσίας γάρ τις ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πόδα τινὸς ἀλγοῦντος
5κακῶς ἐθεράπευσεν.

1

.

53

Ἀκκ: ἐπὶ τῶν μωραινόντων. Ἡ γὰρ Ἀκκὼ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβεβοημένη, ἥν φασιν ἐσοπτρι‐ ζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι· ἔνθεν καὶ τὸ
Ἀκκίζεσθαι περὶ ταύτην λελέχθαι.21

1

.

54

Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος: ἐπὶ τῶν ἀπειθούντων. Χρησμὸς γὰρ ἐδόθη Ἐντίμῳ τῷ Κρητὶ καὶ Ἀντιφήμῳ τῷ Ῥοδίῳ, φυλάξασθαι τὸν τετράωτον· ἦν δὲ οὗτος λῃστὴς Φοῖνιξ· οἱ δὲ τοῦ χρησμοῦ ἀμελή‐
5σαντες ἀπώλοντο. Ἢ ἐπὶ τοῦ πολλὰ ἰδόντος καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν. Ἄλλοι δὲ, τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος,
10ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις.

1

.

55

Ἀκίνητα κινεῖν: καθ’ ὑπερβολὴν, ὅτι μὴ δεῖ κινεῖν μήτε βωμοὺς, μήτε τάφους ἢ ἡρῷα.

1

.

56

Ἀκεσέως καὶ Ἑλικῶνος ἔργα: ἐπὶ τῶν θαύ‐ ματος ἀξίων. Οὗτοι γὰρ πρῶτοι τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν, ὁ μὲν Ἀκεσεὺς γένος ὢν Παταρεὶς, ὁ δὲ Ἑλικὼν Καρύστιος.

1

.

57

Ἄκρον λάβε, καὶ μέσον ἕξεις: ἐπὶ τῶν δυσ‐ φράστων καὶ δυσνοήτων. Οἱ γὰρ τὴν Αἴγιναν οἰκήσαν‐ τες, πολέμῳ ἐκπεσόντες τῆς πατρίδος, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ τὸ εἰρημένον αὐτοῖς ἀνεῖλεν· οἱ δὲ συμβαλόντες τὸν22
5χρησμὸν, ἀκρωτήριόν τι κατασχόντες κατὰ μέσον ᾤκησαν. Ἀπὸ δὲ ταύτης τῆς αἰτίας ὅταν τι δυσνόητον θέλωμεν αἰνίττεσθαι, χρώμεθα τῷ προειρημένῳ.

1

.

58

Ἀκόνην σιτίζειν: ἐπὶ τῶν τροφῇ μὲν πολλῇ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων.

1

.

59

Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι.

1

.

60

Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν πάνυ πενο‐ μένων εἴρηται. Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριπ‐
πον καλοῦσιν.23

1

.

61

Ἄκρῳ ἅψασθαι τῷ δακτύλ: ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων· οἷον· Οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος.

1

.

62

Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: ἐπειδὴ τοῖς κοινωνήσασι τούτων φίλοις χρῆσθαι δεῖ.

1

.

63

Ἅλμη οὐκ ἔνεστ’ αὐτ: ἐπὶ τοῦ ἁλυκοῦ καὶ ἀηδοῦς κατ’ εἰρωνείαν εἴρηται.

1

.

64

Ἀλλ’ ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι σε
βούλομαι: ἐπὶ τούτων εἴρηται, οἱ τοῖς αὑτῶν ἔργοις ἢ τέχναις χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἔνοπλοι ὄντες ἐξενίζοντο.24

1

.

65

Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια.

1

.

66

Ἀλλ’ οὐδὲν δεῖ παρὰ τὸν βωμόν σε βου‐ λεύειν: ὅτι μὴ χρὴ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύε‐ σθαι, ἀλλὰ πρὸ τῶν πραγμάτων· παρόσον καὶ οἱ τὰ ἱερεῖα προσάγοντες πρὸ τοῦ καλλιερῆσαι βουλεύονται.

1

.

67

Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: πάγαις ἁλώσεται λείπει· παρόσον ἅπαξ διαφυγοῦσα πάγας, δεύτερον οὐκ ἐμπεσεῖται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρὸν συ‐ κοφάντην ἐκφυγόντων.

1

.

68

Ἀλεκτρυόνων μέμφεσθαι κοιλίαν: ἐπὶ τῶν περὶ τὸν βίον πολυτελῶν καὶ ἁβροδιαίτων.

1

.

69

Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν τοῖς κρείττοσιν ἐριζόντων· ἤτοι ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων.

1

.

70

Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν
ἐξαπατᾶν ἐγχειρούντων τοὺς ὁμοίους.25

1

.

71

Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως δώροις ἁλισκομένων.

1

.

72

Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.

1

.

73

Ἄλλοισι μὲν γλῶττα, ἄλλοισι δὲ γόμφιοι: παρόσον οἱ μὲν λάλοι, οἱ δὲ φάγοι.

1

.

74

Ἄλλα μὲν Λεύκων λέγει, ἄλλα δὲ Λεύκω‐ νος ὄνος φέρει: λέγεται μὲν ἐπὶ τῶν ἀσυμφώνως τοῖς ἔργοις τοὺς λόγους παρεχομένων. Λεύκων γάρ τις γεωρ‐ γὸς μέλιτος ἀσκοὺς εἰς φορμοὺς ἐμβαλὼν, ἐκόμιζεν Ἀθή‐
5ναζε. Κριθὰς οὖν τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὑπὲρ κρι‐ θῶν ὀλίγον εἰσπραχθησόμενος τέλος, ἐκόμιζε. Τοῦ δ’ ὄνου πεσόντος, οἱ τελῶναι βοηθῆσαι βουλόμενοι, ἔμα‐ θον ὅτι μέλι ἐστὶ, καὶ ἀπηνέγκαντο αὐτὸ ὡς ἀτελώνητον.

1

.

75

Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπεισρέει: ἐπὶ τῶν πονούντων καὶ οὐδὲν πλέον ἀνυόντων. Ἐπει‐ δὰν γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλῶσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ καὶ πλέον εἰσρέῃ, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν.

1

.

76

Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν
εἰς ἀγαθὰ μεταβαινόντων.26

1

.

77

μ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ταχέως τε καὶ ὀξέως ἀνυομένων.

1

.

78

Ἀμελοῦς γωνία: ἐπὶ τῶν ἀργῶς καὶ ῥαθύμως καθημένων. Ἔστι δὲ καὶ χωρίον Λιβύης Ἀμελοῦς γω‐ νία καλούμενον.

1

.

79

Ἀμουσότερος Λειβηθρίων: ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. Λειβήθριοι γὰρ ἔθνος Πιερικόν ἐστιν, οὔτε μέλους ἁπλῶς οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Λέγονται δὲ ἀμουσότατοι εἶναι, ἐπειδὴ παρ’ αὐτοῖς ὁ
5τοῦ Ὀρφέως ἐγένετο θάνατος.

1

.

80

Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνεφ‐ ίκτων.

1

.

81

μ’ ἠλέηται, καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλαν‐ θανομένων.27

1

.

82

Ἄμμες ποτ’ ἦμες: λακωνικὴ ἡ παροιμία. Οἱ γὰρ πρεσβύτεροι ἐν Λακεδαίμονι χορεύοντες τοῦτο ἐπέλεγον, Ἄμμες ποτ’ ἦμες· ἀντὶ τοῦ, Ἡμεῖς ποτε ἦμεν.

1

.

83

Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρ‐ νουμένων.

1

.

84

Ἂν μὴ παρῇ κρέας, τάριχον στερκτέον: παρεγγυᾷ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.

1

.

85

Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται:

1

.

86

Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον:
ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.28

1

.

87

Ἀνδρὶ Λυδῷ πράγματ’ οὐκ ἦν, ἀλλ’ αὐ‐ τὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπι‐ σπωμένων· παρόσον Κροῖσος πολέμιον ἑαυτῷ ἐπεσπάσατο Κῦρον.

1

.

88

Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱ‐ ρουμένων ἀντὶ βελτιόνων.

1

.

89

Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοί‐ μου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ.

1

.

90

Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: ἐπὶ τῶν ἐν τοῖς κακοῖς μηδεμίαν εὑρισκόντων βοήθειαν φευγόντων τῶν φίλων.

1

.

91

Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσδοκήτως ὑπὸ ἀνθρώπου σωζομένων ἢ καὶ διά τινα εὐδαιμονούντων.

1

.

92

Ἂν οἶνον αἰτ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος, παρόσον αἰτήσας οἶνον τὸν Ὀδυσσέα, τῶν ὀφθαλμῶν ἐστερήθη. Ὀδυσσέα γὰρ29
5ἐν τῷ σπηλαίῳ κατασχὼν ὁ Κύκλωψ καὶ τοὺς ἑταίρους αὐτοῦ ἀρξάμενος κατεσθίειν, οἶνον παρ’ αὐτοῦ λαβὼν ἔπιε καὶ ταύτην αὐτῷ τὴν χάριν δίδωσιν, ὕστατον αὐτὸν καταφαγεῖν· μεθυσθεὶς δὲ μετὰ τὸ πιεῖν καὶ ὑπνώττων παρ’ ἐκείνου ἐξετυφλώθη.

1

.

93

Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον: ἂν μὴ φανερῶς δύνῃ βλάψαι, πανουργίᾳ χρῆσαι. Ἂν μὴ κατὰ ῥώμην τὸ προκείμενον ἐξανύοιτο, μηχανῇ καὶ τέχνῃ περαινέσθω τὸ λειπόμενον. Τάττεται
5ἡ παροιμία ἐφ’ ὧν σοφίᾳ μᾶλλον ἢ τῇ δυνάμει προσήκει χρῆσθαι, ὡς ὁ ποιητής φησι, Ἢ δόλ, ἠὲ βίηφι· ἢ ἀμφαδὸν, ἠὲ κρυφηδόν.

1

.

94

Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδι‐ δόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν, καὶ μὴ δυναμένων ἵπτασθαι, φέρειν ἐπὶ
τῶν ὤμων.30

1

.

95

Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος. ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα καὶ πράξεις ἀφικομένων.

1

.

96

Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων, παρόσον ἅπαν τὸ σῶμα τῶν γερόντων ἀσθενές.

1

.

97

Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων.

1

.

98

Ἀντλεῖν ἀμφοτέραις: λείπει τὸ χερσίν. Ἐπὶ τῶν σπουδῇ τι ποιούντων. Ὁμοία τῇ, Πάντα κάλων σεῖε.

1

.

99

Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. Ἐπειδὴ ὁ ἄνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδενὸς δὲ τυγχάνει, ἢ μόνην ἄχνην ἀποφέρεται.

1

.

100

Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν
καλὰ ἀντὶ τῶν κακῶν ἀπαιτούντων.31

2

.

1

Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Μέμνηται αὐτῆς Λουκιανός· Τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφυκε. Καὶ πάλιν, Ἄνθρακάς μου
5τὸν θησαυρὸν ἀπέφηνας.

2

.

2

Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων.

2

.

3

Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν αἰ‐ δημόνων καὶ εὐγενῶν. Παρόσον οἱ ἐν Ἄργει ἀνύβρι‐ στοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας τὰς ἀσπίδας φοροῦντες πομπεύουσιν.

2

.

4

Ἄξιοι τριχός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία.

2

.

5

Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν: ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ τὰ μείζω μεταπηδώντων.

2

.

6

Ἄπληστος πίθος: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ γαστριμαργούντων. Μετενήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὃν ἀνιμῶσαι ὕδωρ βάλλουσι. Λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι32
5οὐδέποτε πληρούμενος· πάσχουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί· καὶ κόραι δέ, ἃς Δαναΐδας λέγουσιν, πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον. Δύναται δὲ ἡ παροιμία καὶ ἐπ’ αὐ‐ τοῦ λέγεσθαι τοῦ Ἅιδου, ὅτι πολλῶν πάντοτε θνησκόντων
10οὐδέποτε πληροῦται. Ἡ δὲ αἰτία, δι’ ἣν αἱ Δαναΐδες κατεκρίθησαν τὴν τιμωρίαν ταύτην, οὕτως ἔχει. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ὄντες τῆς τῶν Μελαμπόδων ἐκράτουν γῆς, ἥτις νῦν Αἴγυπτος καλεῖται. Σχόντος δὲ Δαναοῦ θυγατέρας
15πεντήκοντα, καὶ Αἰγύπτου υἱοὺς πεντήκοντα, Δαναὸς τοὺς παῖδας τοῦ Αἰγύπτου δεδοικὼς στασιάσαντας περὶ τῆς ἀρχῆς, ἀναλαβόμενος τὰς θυγατέρας εἰς Ἄργος ἀφίκετο, κἀκεῖ κατῴκισεν. Ὕστερον δὲ οἱ τοῦ Αἰγύπτου παῖδες πρὸς Δαναὸν ἐλθόντες, τῆς τε ἔχθρας παύσασθαι
20παρεκάλουν, καὶ τὰς θυγατέρας πρὸς γάμον λαβεῖν ἠξίουν. Ὁ δὲ μνησικακῶν αὐτοῦ περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὡς δὲ ἐκληρώσατο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. Αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν, πλὴν Ὑπερ‐
25μνήστρας. Αὕτη γὰρ Λυγκέα διέσωσε, παρθένον αὐτὴν φυλάξαντα. Λέγεται οὖν διὰ τοῦτο τὰς Δαναΐδας, ἄνευ Ὑπερμνήστρας, ἐν Ἅιδου κατακριθῆναι εἰς τετρημένον πίθον ὕδωρ ἀντλεῖν.

2

.

7

Ἀπὸ βαλβῖδος: οἷον ἀπ’ ἀρχῆς χρὴ ἀγαθὸν εἶ‐
ναι, ἢ τεχνίτην, ἢ κοινῶς ἐπὶ πάντων.33

2

.

8

Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτης: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.

2

.

9

Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυσκόλων περιγινομένων.

2

.

10

Ἀττικὸς εἰς λιμένα: ἡ παροιμία ἐστὶ ἐπὶ τῶν [ἐν τοῖς λιμέσι] τὴν ἀνδρείαν ἐπιδεικνυμένων. Οἱ γὰρ Ἀττικοὶ ναῦται ὁπότε καταπλέοιεν οἴκαδε, προθυμότερον ἤλαυνον τοῖς οἰκείοις ἐπιδεικνύμενοι.

2

.

11

Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιο: αὕτη κατὰ τῶν ἀχαρίστων λέγεται. Φασὶ δὲ αὐτὴν ὑπὸ Μαίσωνος τοῦ Μεγαρέως πεποιῆσθαι.

2

.

12

Ἁλώνητον ἀνδράποδον: ἶσον τῷ, βάρβαρον καὶ εὐτελές. Εἰς τὴν μεσόγειον γὰρ ἀναβάντες οἱ ἔμπο‐ ροι ἐκόμιζον ἅλας, ἀνθ’ ὧν τοὺς οἰκέτας ἐλάμβανον. Ὅθεν καὶ ὁ κωμικὸς φησί·
5Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος.

2

.

13

Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων πολλά. Χάρης γὰρ ἐγένετο στρατηγὸς
Ἀθηναῖος προθύμως ἐπαγγελλόμενος.34

2

.

14

Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: αὕτη παραπλήσιόν τι λέγει τῷ Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ἁλιεὺς γὰρ, ὡς φασὶ, τοὺς ἁλισκομένους ἐν τῷ λίνῳ ἰχθῦς μετ‐ εχειρίζετο, καὶ πληγεὶς ὑπὸ σκορπίου, ἔφη, Πληγεὶς
5νοῦν οἴσω, καὶ ταῖς χερσὶν οὐκέτι τῶν νεοθηρεύτων ἰχθύων ἥπτετο. Μέμνηται αὐτῆς Σοφοκλῆς.

2

.

15

Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. Μέμνηται αὐ‐ τοῦ Δικαίαρχος ὁ Μεσσήνιος.

2

.

16

Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ: ἐν Κύ‐ κλωπι δράματι Πολύφημος οὕτως πρὸς Ὀδυσσέα λέγει,
ὅθεν εἰς παροιμίαν περιέστη.35

2

.

17

Ἀληθέστερα τῶν ἐπὶ Σάγρ: ταύτης μέμνηται Μένανδρος καὶ Σώφρων καὶ Ἄλεξις. Λέγουσι δὲ ὅτι οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι πόλεμον ἔσχον πρὸς Κροτωνιάτας καὶ ἔπεμψαν εἰς Λακεδαίμονα συμμαχίας δεόμενοι· οἱ δὲ
5ἀπεκρίναντο αὐτοῖς, ὅτι δύναμιν μὲν οὐ δώσουσι, τοὺς δὲ Διοσκούρους αὐτοῖς ἐπιπέμψουσιν. Ἀναστρέψαντες δὲ οἱ Λοκροὶ μάχης γενομένης ἐνίκησαν τοὺς Κροτωνιάτας, τῶν Διοσκούρων συλλαβομένων· τὴν δὲ νίκην ἐκ τοῦ αὐ‐ τομάτου φήμη τις ἤνεγκεν εἰς τὴν Λακεδαίμονα, μηδε‐
10νὸς ἀφιγμένου ἀγγέλου. Μετὰ δὲ ταῦτα ἐλθόντες τινὲς ἀπήγγειλαν τῇ αὐτῇ ἡμέρᾳ γεγενῆσθαι τὴν μάχην καὶ τὴν νίκην. Ἐπειδὴ οὖν τὰ παρὰ τῆς φήμης ἀγγελθέντα ὑπῆρχον ἀληθῆ, ἡ παροιμία εἴρηται ἐπὶ τῶν πάνυ ἀλη‐ θῶν. Σάγρα δ’ ἔστι τόπος, ἐν ᾧ τὴν μάχην ἐνίκησαν
15οἱ Λοκροί.

2

.

18

Αἲξ Σκυρία: Χρύσιππος φησὶν ἐπὶ τῶν τὰς εὐερ‐ γεσίας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν· ἐπειδὴ πολ‐ λάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. Ἄλλοι δὲ φασὶν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι, διὰ τὸ πολὺ γάλα φέρειν τὰς
5Σκυρίας αἶγας. Μέμνηται Πίνδαρος καὶ Ἀλκαῖος.

2

.

19

Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴενται: οὕτως Ἡράκλειτος ἐχρήσατο τῇ παροιμίᾳ, ὡς Ἡρακλέους ἐπιφοιτήσαντος ἐπὶ τὴν οἰκίαν Κήϋκος τοῦ Τραχινίου, καὶ οὕτως εἰπόντος. Εὔπολις δὲ ἐν Χρυσῷ36
5γένει ἑτέρως φησὶν ἔχειν τὴν παροιμίαν· Αὐτόματοι δ’ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. Καὶ ὁ Πλάτων ἐν τῷ Συμποσίῳ οὕτως αὐτῇ ἐχρήσατο.

2

.

20

Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ’ ἔβη: ἐπειδὴ τὶς, ὡς φασὶν, ἔμπορος ἔπλει τὴν ναῦν ἁλῶν πληρώ‐ σας· ἀποκαθευδησάντων δὲ τῶν ναυτῶν ἐπεισελθοῦσα ἡ θάλασσα τούς τε ἅλας ἐξέτηξε καὶ τὴν ναῦν κατεπόντισεν.37

2

.

21

Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων καὶ μετατρεπομένων εἴρηται ἡ παροιμία. Ἐπειδὴ οἱ Πάριοι πολεμούμενοι ὑπὸ Ἀθηναίων καὶ ἀνοχὰς παρ’ αὐτῶν αἰ‐ τήσαντες καὶ τυχόντες ἐπὶ ὑποσχέσει τοῦ παραδώσειν τὴν
5πόλιν, εἶτα προσδοκήσαντες συμμαχίαν ἥξειν ποθὲν, ἔλυ‐ σαν τὰ ὁμολογούμενα.

2

.

22

Ἀνθ’ Ἑρμιόνος: εἴρηται ἡ παροιμία ἐπὶ τῶν σωζόντων τοὺς ἱκέτας· ἐπειδὴ ἐν Ἑρμιόνῃ τῆς Πελοπον‐ νήσου ἱερὸν ἦν Κόρης καὶ Δήμητρος, ἀσφάλειαν παρέχον τοῖς καταφεύγουσιν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν
5Βαβυλωνίοις.

2

.

23

Ἀνερίναστος ε: τάττεται ἡ παροιμία παρ’ Ἑρ‐ μίππῳ ἐν Στρατιώταις. Φασὶ δὲ ὅτι ἐρινεοῦ τῆς ὀλυν‐ θηφόρου ἐν τῷ καρπῷ φύεται θηρία, ἃ προσαγορεύου‐ σι ψῆνας. Τούτων οἱ γεωργοὶ λαβόντες ἀφάπτουσι τῶν
5κλάδων ταῖς συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀποῤῥέῃ.
Ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει. Διόπερ ἐπὶ τῶν ἅπερ ἂν λάβωσι μὴ διακρατούντων εἰρῆσθαι τὴν παροιμίαν.38

2

.

24

Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: αὕτη λέλεκται ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. Μετενήνεκται δὲ ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις, ἐν ᾧ ἔχρησε τότε ὁ θεὸς ἀπολεῖσθαι τοὺς
5Λακεδαιμονίους, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσι. Μέμνηται τοῦ χρησμοῦ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμο‐ νίων πολιτείᾳ.

2

.

25

Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρι‐ νόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ σμικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴ‐ λουρον τῇ Ἀθηνᾷ συγκρίνοι.

2

.

26

Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ καθ’ ἑαυ‐ τούς. Λέγει δὲ Δοῦρις ὅτι ὅταν καθ’ ἑαυτοὺς συλλε‐ γέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.

2

.

27

Αὐτῷ μελητέον, ἀλλ’ ἐπὶ τὸν οἶκον: μέμνη‐
ται αὐτῆς Ἀριστοφάνης ἐν Γεωργοῖς, καὶ Πλάτων ὁ κω‐ μικός. Ἦν δὲ οὗτος ὁ οἶκος μέγας εἰς ὑποδοχὴν μι‐ σθουμένων.39

2

.

28

Ἀττικὸς πάροικος: Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κρατε‐ ρὸς δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποί‐
5κων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμ‐ φθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.

2

.

29

Αὐτοὶ χελώνας ἔσθεθ’ οἵπερ εἵλετε: ἁλιεῖς ποτε χελώνας ἀνασπάσαντες διὰ τῶν δικτύων, διένειμον τοῖς παριοῦσιν. Οἱ δὲ μὴ βουλόμενοι λαμβάνειν εἶπον τοῖς ἁλιεῦσιν, Αὐτοὶ χελώνας ἐσθίετε, οἵπερ εἵ‐
5λετε. Ὅθεν εἰς παροιμίαν ὁ λόγος περιέστη.

2

.

30

Ἀσπένδιος κιθαριστής: Ζήνων ὁ Μύνδιος ἐπὶ τῶν φιλοχρημάτων φησὶ τετάχθαι τὴν παροιμίαν, λέγων· «Καθάπερ οἱ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδε‐ μίαν φορὰν ἔξω φέρουσι, πάσας δὲ ἐν τῷ ὀργά‐
5ν, οὕτως καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας
ἕνεκα οἰκονομε, ἕλκει δὲ ἐφ’ ἑαυτὸν πάντα.»40

2

.

31

Αὐτῷ καν: αὕτη τάττεται κατὰ τῶν ἄρδην ὁτιοῦν λυμαινομένων. Φησὶ γὰρ ὁ Δίδυμος ὅτι τὰ δεῖπνα ἐπὶ κανῶν ἐκομίζετο. Καθάπερ ἐν Γρυψὶ λέγει καὶ Πλάτων·
5Ἀνηρπάκας’ ἁπαξάπαντ’ αὐτῷ καν.

2

.

32

Ἀφύα πῦρ: ἐπὶ τῶν τὸ τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει μόνον ἰδοῦσαν τὸ πῦρ.

2

.

33

φ’ ἵππων ἐπ’ ὄνους: τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ τῶν σεμνῶν ἐπὶ τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἐπὶ πραγματικὰ, ἢ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων.

2

.

34

Ἀτρέως ὄμματα: οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ
5ἑψήσας, δειπνοῦντι παρέθηκε τῷ πατρὶ, αἴσθησιν παρα‐ σχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι.

2

.

35

Ἄφωνος Ἱππαρχίων: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρῳδοὶ διάσημοι ἐγένοντο, Ἱππαρχίων καὶ
Ῥουφῖνος. Καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγο‐ μένου ἐν Ἡλιουπόλει κατὰ τὸ ἔθος, Ἱππαρχίων ἀχανὴς41
5ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον.

2

.

36

Ἄρκτου παρούσης, ἴχνη μὴ ζήτει: ἐπὶ τῶν δειλῶν κυνηγῶν εἴρηται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Βακχυλίδης ἐν Παιᾶσιν.

2

.

37

Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίστου καὶ φιληδονοῦντος. Εὐχερὴς γὰρ ὁ πρὸς τὴν Δῆλον πλοῦς, καὶ οἱ ἐκεῖσε καταίροντες ἀφροντίστως πλέοντες ᾖδον.

2

.

38

Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ παντὸς νεάζοντος ὄρνι‐ θος. Λέγεται δὲ τὸν βίον ἀετὸς καταστρέφεσθαι, τῆς καμπῆς τοῦ ἄνω χείλους πρὸς τὸ κάτω συγκαμψάσης.

2

.

39

Ἀράβιος αὐλητής: φασὶ τοὺς Ἀραβίους ἐν ταῖς νυκτεριναῖς φυλακαῖς κεχρῆσθαι αὐλῷ ἐπιμήκει· τὸν δὲ αὐλὸν τοῦτον διαδέχεσθαι ἄλλον ἀπ’ ἄλλου, καὶ αὐ‐ λεῖν πῦρ ἀνακαίοντας ἄχρις ἂν γένηται ἡμέρα.

2

.

40

Ἅλις δρυός: ἐπὶ τῶν ἐκ φαυλοτέρας διαίτης
ἐρχομένων ἐπὶ βελτίονα εἴρηται ἡ παροιμία. Ἐπειδὴ τὸ ἀρχαῖον οἱ ἄνθρωποι βαλάνοις δρυὸς τρεφόμενοι, ὕστε‐ ρον εὑρεθεῖσι τῆς Δήμητρος καρποῖς ἐχρήσαντο.42

2

.

41

Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν συνεχῶς αἰ‐ τούντων ἢ παρὰ τῶν αὐτῶν δανειζομένων εἴρηται ἡ παρ‐ οιμία. Ἐπεὶ βαλάνοις ἔζων τὸ πρὶν οἱ ἄνθρωποι· καὶ Βαλανιστὰς ἐκάλουν τοὺς μισθῷ τὸν καρπὸν τοῦτον συλ‐
5λέγοντας. Πρὸς τοίνυν τοὺς τῆς συλλογῆς ἤδη πεπλη‐ ρωμένης περισκοποῦντας εἴτινες εἶεν ἐν τῇ δρυῒ βάλανοι, οἱ παριόντες ἔλεγον σκώπτοντες, Ἄλλην δρῦν βαλάνιζε.

2

.

42

Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοξένων, καὶ πρὸς ὑποδοχὴν ἑτοίμων· παρόσον ὁ Κορίνθιος Κύδων φιλοξενώτατος ἐγένετο.

2

.

43

Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων.

2

.

44

Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων. Οἱ δὲ, ἐπὶ τῶν ἀξίως τιμωμένων.43

2

.

45

Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται, οὔτε φιλία: ὁ Μύλων ὁ παροιμιογράφος Ἰβύκειον τὴν παρ‐ οιμίαν ταύτην φησὶν, ὡς πρώτου χρησαμένου τοῦ Ἰβύκου.

2

.

46

Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παρ‐ οιμία ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν.

2

.

47

Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προσομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμε‐ νον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιὰν, προσερχό‐
5μενον αὐτῇ καθ’ ὕδατος ὁραθείσῃ.

2

.

48

Ἀμαλθείας κέρας: ἡ παροιμία αὕτη ὁμοία
ἐστὶ τῇ, Αἲξ οὐρανία. Εἴρηται δὲ ἐντεῦθεν. Ἡ Ῥέα τὸν Δία τεκοῦσα ἐν Κρήτῃ, δίδωσι τοῦτον τρέφεσθαι ταῖς Μελισσέως παισὶ44
5Νύμφαις Ἀδραστείᾳ τε καὶ Ἴδῃ. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι· αὐξη‐ θεὶς δὲ ὁ Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν, ὅθεν Αἲξ οὐρανία λέγεται, θάτερον δὲ τῶν ταύτης κεράτων ταῖς Νύμφαις δίδωσι, δεδωκὼς αὐτῷ χάριν, ἵν’ ὅπερ αἱ
10Νύμφαι θέλωσιν, αὐταῖς ἀναβλύζῃ. Τοῦτο ὕστερον Ἀχε‐ λῶος λαβὼν, Ἡρακλεῖ δέδωκεν ἀντίλυτρον περιάξαντι θά‐ τερον τῶν κεράτων αὐτοῦ, ὅτε περὶ τοῦ γάμου τῆς Δηϊα‐ νείρας πρὸς ἀλλήλους ἐμάχοντο. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἀφθόνως τισὶ παρεχομένων τὰς τοῦ πλουτεῖν
15ἀφορμάς· ἐπεὶ καὶ ὁ τὸ κέρας τῆς Ἀμαλθείας ἔχων, πᾶν ὃ ἐβούλετο ἀφθόνως ἐλάμβανεν.

2

.

49

Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν ἐγχει‐ ρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν θελόν‐ των διδάσκειν.

2

.

50

Ἀετὸς ἐν νεφέλαις: ἔστι μὲν οὖν χρησμός· εἴρηται δὲ ἐπὶ τῶν δυσαλώτων, παρόσον ὁ ἀετὸς ἐν νε‐ φέλαις ὢν οὐχ ἁλίσκεται.

2

.

51

Ἀεὶ φέρει τὶ Λιβύη καινὸν κακόν: ἐπὶ τῶν κακουργοτάτων, καὶ ἀεὶ προσεξευρισκόντων νεώτερον τι
κακόν.45

2

.

52

Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν: ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸς ἀξίων.

2

.

53

Ἀετὸς θρῖπας ὁρῶν: ἐπὶ τοῦ ἀφροντιστοῦν‐ τος καὶ καταφρονοῦντος τῶν μικρῶν.

2

.

54

Ἀζάνια κακ: ἐπὶ τῶν κακοῖς προσπαλαιόντων. Ἀζάναι γὰρ τόπος ἐστὶ τῆς Ἀρκαδίας λεπτόγεως, σκληρὸς καὶ ἄκαρπος, περὶ ὃν πονοῦντες γεωργοὶ οὐδὲν κομίζονται.

2

.

55

Ἀνάγυρον κινεῖν: ἔστιν ὁ Ἀνάγυρος (Ἀνα‐ γυροῦς) δῆμος Ἀττικὸς, ἔνθα δυσῶδες φυτὸν φύεται, οὕτω καλούμενον Ἀνάγυρος. Εἴρηται οὖν ἡ παροιμία ἐντεῦθεν ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ κακῷ ἑαυτῶν. Τινὲς
5δὲ λέγουσιν ὅτι Ἀνάγυρος ἥρως γέγονεν, ὅστις τοὺς οἴκους τῶν γειτονούντων αὐτῷ ἐκ βάθρων ἀνέστρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Μέμνηται
ταύτης Ἀριστοφάνης ἐν Λυσιστράτῃ.46

2

.

56

Ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγα: παρ‐ οιμία ἐπὶ τῶν ὑπεναντίως λεγομένων ἢ γινομένων· οἷον εἰ ὁ πόρνος τὸν σώφρονα ἔλεγε πόρνον. Ἐπειδὴ οἱ πο‐ ταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω.

2

.

57

π’ ὄνου καταπεσών: ἡ παροιμία τέτακται ἐπὶ τῶν μειζόνων καὶ ἀδυνάτων· ὡς Ἀριστοφάνης· Ἀπὸ τύμβου πεσών. Καὶ Εὔπολις, Ὥσπερ ἀπὸ χθο‐ νὸς πεσών.

2

.

58

Ἀράβιος ἄγγελος: παροιμία παρὰ τὸ Ἀρά‐ βιος αὐλητὴς παραλαμβανομένη ἐπὶ τῶν ἀπαύστως διαλεγομένων. Εἴρηται δὲ ἐπὶ τοῦ Ἀραβίου αὐλητοῦ, ὡς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.

2

.

59

Ἀρκάδας μιμούμενος: παροιμία ἐπὶ τῶν ἄλ‐ λοις πονούντων καὶ μοχθούντων. Οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον, ἀλλ’ ἐπὶ μισθῷ ὑπὲρ ἀλλοτρίων ἐμάχοντο.47

2

.

60

Βόκχορις: οὗτος Αἰγύπτιος ὢν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοίᾳ κρίσεων ἀπομνημονεύεται. Εἴρηται δὲ ἡ παρ‐ οιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως κρινόντων.

2

.

61

Βάλλ’ εἰς Μακαρίαν: οἱ μὲν κατὰ εὐφημι‐ σμὸν ἐξεδέξαντο λέγεσθαι, ἀντὶ τοῦ, Βάλλε εἰς δειλαι‐ ότητα. Μακαρίαν γὰρ ἐν Ἅιδου χωρίον διατυποῦσιν. Οἱ δὲ τὴν Μακαρίαν θυγατέρα φασὶν Ἡρακλέους, καὶ
5κατὰ χρησμὸν εἰς ἑκούσιον θάνατον ἑαυτὴν ἐπιδοῦναι, κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν. Μετὰ θάνατον γὰρ Ἡρακλέους, διώκοντος Εὐρυσθέως τοὺς ἐκείνου παῖδας, καὶ πρὸς τὸν τοῦ Ἐλέου βωμὸν τῶν Ἡρακλειδῶν προσπεφευγότων, Ἀθηναῖοι μὴ ἐκδιδόντες
10αὐτοὺς, πρὸς Εὐρυσθέα πόλεμον ὑπέστησαν· (καὶ) χρη‐ σμοῦ δοθέντος, ἀπαλλαγήσεσθαι τῆς Εὐρυσθέως κατα‐ δρομῆς, εἴ τις τῶν Ἡρακλειδῶν πρὸς θάνατον ἑκούσιον ἐκδῷ ἑαυτὸν, ἡ Μακαρία πρὸς θάνατον ἑαυτὴν ἐξέδοτο, καὶ συμβαλόντες Ἀθηναῖοι νικῶσιν Εὐρυσθέα, καὶ πολλῶν48
15πεσόντων, Εὐρυσθέα Ὕλλος ἀπέκτεινε παῖς Ἡρακλέους, καὶ αὐτοῦ τὴν κεφαλὴν πρὸς Ἀλκμήνην ἐκόμισεν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ. Τὸν οὖν τά‐ φον τῆς Μακαρίας ἄνθεσι καὶ στεφάνοις τιμῶντες οἱ Ἀθηναῖοι ἐπέλεγον, Βάλλ’ εἰς Μακαρίαν. Τὸ μὲν
20οὖν πρῶτον ἐπὶ τῶν κατ’ ἀρετὴν διδόντων ἑαυτοὺς εἰς θάνατον ἡ παροιμία ἐλέγετο· ὕστερον δὲ καταχρηστικῶς ἐπὶ πάσης ἀφοσιώσεως.

2

.

62

Βάκηλος ε: ἐπὶ τῶν ἐκλύτων καὶ ἀνάνδρων. Βάκηλος δὲ κυρίως λέγεται ὁ ἀπόκοπος.

2

.

63

Βυζίνη παῤῥησία: ἐπὶ τῶν σφόδρα πεπαῤῥησια‐ σμένων. Ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου.

2

.

64

Βίος ἐξηυλημένος: ἐπὶ τῶν ἀχρήστων· ἐκ με‐ ταφορᾶς τῶν ἀρχείων αὐλῶν.

2

.

65

Βοιώτιος νόμος: ἐπὶ τῶν τὰς μὲν ἀρχὰς ἠρε‐ μούντων, ὕστερον δὲ τοῖς κακοῖς ἐπιτεινόντων, ὡς φησὶ Σοφοκλῆς· Ὅταν τις ᾄδῃ τὸν Βοιώτιον νόμον.
5Εἴρηται δὲ ἡ παροιμία, παρόσον Βοιωτοὶ πρότερον βίον ἄλυπον καὶ ἤρεμον ἔχοντες, μετὰ τελευτὴν Λαΐου πολλοῖς
κακοῖς περιέπεσον.49

2

.

66

Βοῦθος περιφοιτ: ταύτης μέμνηται Κρατῖ‐ νος ἐν Χείρωσι. Τέτακται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυ‐ φρόνων, ἀπό τινος Πυθιονίκου Βούθου μετενεχθεῖσα.

2

.

67

Βούνας δικάζει: αὕτη λέγεται ἐπὶ τῶν τὰς κρί‐ σεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὥς φησι Μνασέας· τούτῳ δὲ Ἠλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι ἐπέτρεψαν τὴν δίκην,
5νομίσαντες ἀναμένειν ἕως ἂν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμφοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν.

2

.

68

Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων, ἐκ με‐ ταφορᾶς τῆς Σφιγγός. Παρόσον Θηβαίοις ἡ Σφὶγξ αἰ‐ νίγματα προὔθηκεν· Τετράπους, δίπους, καὶ πάλιν τρί‐ πους. Ὅπερ ἐφευρὼν Οἰδίπους, τὴν τοῦ πατρὸς βασι‐
5λείαν εἴληφε, καὶ τὴν ἰδίαν μητέρα ἔγημεν ἀγνοῶν. Λαΐῳ γὰρ τῷ Θηβῶν βασιλεῖ χρηστηριαζομένῳ περὶ γενέ‐ σεως ἀῤῥένων παίδων ἀνεῖλεν ὁ θεός· Λάϊε Λαβδακίδη μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βί·
10 κτενεῖ γάρ ς’ ὁ φύς. Ἐπιλαθόμενος δὲ τοῦ χρησμοῦ Λάϊος συνῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰοκάστῃ. Ὡς δὲ ᾔσθετο παιδίον ἄῤῥεν ἐξ αὐτῆς γεννηθὲν, τὸν χρησμὸν ἐννοήσας, τὰ τούτου σφυρὰ δι‐ έτρησε, καὶ εἰς ὄρος ἐξέθετο. Βουκόλος δέ τις παριὼν
15καὶ τὸ βρέφος ἀνειληφὼς, τῇ ἰδίᾳ γυναικὶ ἀπεκόμισεν. Ἡ δὲ τὰ σφυρὰ τοῦ παιδὸς θεραπεύσασα, Οἰδίπουν αὐ‐ τὸν καλεῖ· τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. Τελειωθεὶς δὲ Οἰδίπους, καὶ τῶν ἡλίκων ἐπὶ ῥώμῃ διαφέρων, κατὰ φθόνον ὠνειδίζετο ὑπόβλητος εἶναι.50
20Ἀφικόμενος οὖν εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων, καὶ χρήσαντος τοῦ θεοῦ πρὸς τὴν πατρίδα μὴ πορεύεσθαι, τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι, νομίσας ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι, πρὸς Θήβας ἠπείγετο, καὶ συντυχὼν Λαΐῳ ἐφ’ ἅρματος ὀχου‐
25μένῳ, κελεύοντος τοῦ κήρυκος κοιράνοις ἐκποδὼν μεθί‐ στασθαι, μὴ πειθόμενος παρὰ τοῦ ἡνιοχοῦντος τῷ πα‐ τρὶ ἐτύφθη· ὀργισθεὶς δὲ καὶ τὸν ἡνίοχον καὶ τὸν Λάϊον ὑπερμαχοῦντα τοῦ ἡνιόχου ἀπέκτεινεν. Ἐλθὼν δὲ εἰς Θή‐ βας, καὶ τὴν βασιλείαν ἐφευρὼν Λαΐου γέρας προκειμέ‐
30νην σὺν τῇ γυναικὶ Ἰοκάστῃ τῷ λύσοντι τὸ αἴνιγμα τῆς Σφιγγὸς, τοῦτο λύσας τὴν τοῦ πατρὸς βασιλείαν παρα‐ λαμβάνει, καὶ τῇ μητρὶ προσομιλεῖ ἀγνοῶν, ἐξ ἧς Ἐτε‐ οκλέα καὶ Πολυνείκην ἐγέννησεν. Ὕστερον δὲ παρὰ τῆς μητρὸς ἀναγνωρισθεὶς, ἑαυτὸν ἐτύφλωσεν· Ἰοκάστη δὲ
35τῶν τειχῶν τῆς πόλεως ἑαυτὴν ἀνήρτησεν.

2

.

69

Βοῦς ἐφ’ ἑαυτῷ κονιεῖται: ἐπὶ τῶν εὐχερῶς ἐπὶ κακῷ σφῶν ἑπομένων. Οἱ γὰρ βόες πρᾷοι ὄντες, ῥᾳδίως τοῖς δεσμοῖς ὑπακούουσι. Τινὲς δὲ, ἐπὶ τῶν εἰς προὖπτον κίνδυνον ἑαυτοὺς ἐμβαλλόντων.

2

.

70

Βοῦς ἐπὶ γλώττης: παροιμία ἐπὶ τῶν μὴ δυνα‐ μένων παῤῥησιάζεσθαι, ἤτοι διὰ τὸ ἄφωνον τοῦ ζώου, ἢ διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα ἔχειν βοῦν ἐγκεχα‐ ραγμένον· ὅπερ ἐκτίνειν ἔδει τοὺς πέρα τοῦ δέοντος
5παῤῥησιαζομένους.51

2

.

71

Βαλὼν φεύξεσθαι οἴει; πρὸς τοὺς κακόν τι δράσαντας καὶ οἰομένους φυγεῖν.

2

.

72

Βάλλ εἰς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον, Καταπόντισον.

2

.

73

Βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν: ἐπὶ τῶν οὐ δυναμένων τοῖς ἰδίοις χρῆσθαι καλοῖς· παρόσον ἀσθενὴς ἡ βύβλος πρὸς τὸ φέρειν σῖτον. Στάχυας γὰρ ἀνατέλλουσα οὐκ ἐκτρέφει.

2

.

74

Βῶλος ἄρουραν: ἐπὶ τῶν μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων. Ὅμοιόν ἐστιν εἴ τις θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπεισάγει, καὶ χαρίζεσθαι δοκεῖ.

2

.

75

Βοῦς ἐπὶ σωρ: ἐπὶ τῶν ἡδυπαθούντων,

2

.

76

Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις.

2

.

77

Βάλλ’ εἰς ὄλεθρον, , Βάλλ’ ἐς κόρακας:
ἐπὶ τῶν ὀλέθρου ἀξίων.52

2

.

78

Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέ‐ χοντας ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες.

2

.

79

Βατράχῳ ὕδωρ: ὡς Γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων οἷς χαίρουσιν οἱ λαμβάνοντες. Εἴρηται δὲ καὶ, Βοῦς εἰς ἄμητον, ἐπὶ τῶν μέγα ὠφελουμένων.

2

.

80

Βομβύλιος ἄνθρωπος: ἐπὶ τοῦ ἀκάρπου· παρ‐ όσον ὁ βομβύλιος καρπὸν οὐ φέρει. Ἔστι δὲ μελίττης εἶδος ἐκ πηλοῦ τὰ κηρία πλαττούσης.

2

.

81

Βοῦς ἀλλότριος τὰ πολλὰ ἔξω βλέπει: ἐπὶ τῶν ἀμελουμένων παρ’ ἀλλοτρίων, καὶ διὰ τοῦτο πρὸς τοὺς ἰδίους δεσπότας, ὡς ἐπιμελουμένους, ἀφορώντων.

2

.

82

Βοῦς ἄμητον ἐπιτηροῦντες: ἐπὶ τῶν μετὰ ἐπιμελείας καμνόντων.

2

.

83

Βοῦς ὁ Μολοττῶν: αὕτη λέγεται ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα καὶ κατακοπτομένων. Οἱ γὰρ Μολοττοὶ ἐν τοῖς ὁρκωμοσίοις κατακόπτοντες εἰς μι‐ κρὰ τοὺς βοῦς, τὰς συνθήκας ἐποιοῦντο.

2

.

84

Βοιωτοῖς μαντεύσαιο: αὕτη καταρατική ἐστιν. Ἡρακλείδης γὰρ φησὶ, μαντευομένοις τοῖς Θηβαίοις περὶ πολέμου ἀπεκρίνατο ἡ προφῆτις ἡ ἐν Δωδώνῃ, νίκην αὐ‐ τοῖς ἀσεβήσασιν ἔσεσθαι. Εἷς δὲ τῶν θεωρῶν ἁρπάσας
5Μυρτίλαν τὴν προφῆτιν, ἐνέβαλεν εἰς θερμοῦ παρακεί‐ μενον λέβητα. Ἄλλοι δὲ φασὶν, ὅτι Θηβαίοις πολεμοῦσι Βόμβος μάντις πλείους ἔφη νικήσειν, εἰ προθύσαιεν τῶν
ἡγεμόνων ἕνα. Οἱ δὲ ἀποκτείναντες τὸν Βόμβον ἐνίκησαν.53

2

.

85

Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα: τοῦτο Εὐριπίδου ἐστί. Καὶ Ἀριστόξενος δὲ φησὶν, ὅτι Εὐριπίδης διορθῶν τὸν Τήλεφον ἐξεῖλε τὴν πεττείαν. Λέγεται δὲ ἐπὶ τῶν ἀδιανοήτων.

2

.

86

Βουλίας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ὑπερτι‐ θεμένων δικαστῶν, ἀπὸ Βουλίου τινὸς Ἀθηναίου· ὃς ἐπὶ τοσοῦτον ἀνεβάλλετο τὴν δίκην, ὥστε φθάσαι τελευτῆσαι πρότερον ἢ τὴν δίκην ἀποφήνασθαι.

2

.

87

Βελλεροφόντης τὰ γράμματα: Βελλεροφόντης ἀνελὼν Βέλλερον, ἢ, ὥς τινες φασὶ, Πείρην, εἰς Τί‐ ρυνθα φυγὰς ἐξ Ἄργους παραγίνεται πρὸς τὸν Προῖτον. Τούτου ἔρωτα ἴσχει Ἄντεια ἡ τοῦ Προίτου γυνή· τοῦ δὲ
5ἀπαρνουμένου, λέγει πρὸς τὸν Προῖτον, ὅτι Βελλερο‐ φόντης ἐρωτικοὺς αὐτῇ προσεπέμψατο λόγους. Προῖτος δὲ πιστεύσας, ἔδωκεν αὐτῷ ἐπιστολὰς πρὸς Ἰοβάτην κο‐ μίσαι· ἐν αἷς ἀνεγέγραπτο, Βελλεροφόντην ἀποκτεῖναι. Ὁ δὲ ἀγνοῶν, τὰ γεγραμμένα καθ’ ἑαυτοῦ κομίζει.
10Ἰοβάτης δὲ ἀναγνοὺς ἐπέταξεν αὐτῷ κτεῖναι τὴν πυρί‐ πνουν Χίμαιραν, νομίζων αὐτὸν ὑπὸ τοῦ θηρίου δια‐ φθαρήσεσθαι. Τριῶν γὰρ ζώων εἶχε φύσιν σύνθετον, προτομὴν μὲν λέοντος, οὐρὰν δράκοντος, καὶ τρίτην κε‐ φαλὴν μέσην αἰγὸς, δι’ ἧς πῦρ ἀνίει. Ἀναβὰς οὖν ὁ
15Βελλεροφόντης ἐπὶ τὸν Πήγασον, ὃν εἶχεν ἵππον πτηνὸν, κατετόξευσε τὴν Χίμαιραν. Μετὰ δὲ τὸν ἀγῶνα τοῦτον Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι, ὡς δὲ καὶ ταύτας ἀπέ‐ κτεινε, τοὺς τότε ῥώμῃ νεότητος διαφέροντας ἐπιλέξας, ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας. Ὡς δὲ καὶ τοῦτον ἐνί‐
20κησεν τὸν ἀγῶνα, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβά‐
της, τό τε γράμμα ἔδειξε, καὶ παρ’ αὐτῷ μένειν ἠξίωσε· δοὺς δὲ αὐτῷ τὴν θυγατέρα, καὶ τὴν βασιλείαν τελευτῶν κατέλιπεν.54

2

.

88

Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐγενῶν εἶναι δοκούντων.

2

.

89

Γλαῦξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἐνομίζετο.

2

.

90

Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται πάγ: ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων.

2

.

91

Γλαύκου τέχνη: ἢ ἐπὶ τῶν ῥᾳδίως κατεργαζομέ‐ νων, ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. Ἵππασος γάρ τις κατεσκεύασε χαλκοῦς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν,
5τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν τοῦ δευ‐ τέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, καὶ κρουομένους ἐπιτελεῖν συμφωνίαν τινά. Καὶ λέγεται Γλαῦκον ἰδεῖν τοὺς ἐπῖ τῶν δίσκων φθόγγους πρῶτον.

2

.

92

Γλυκὺς ἀγκών: τὴν παροιμίαν φησὶν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ· κατὰ
ἀντίφρασιν ἀντὶ τοῦ δυσχερής.55

2

.

93

Γαλῇ χιτώνιον: ὁμοία ἡ παροιμία αὕτη τῇ· Οὐ πρέπει γαλῇ κροκωτόν. Ἐπειδὴ γαλῆ κατὰ πρό‐ νοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὖσα ἐπέδραμε μυί. Μέμνηται ταύτης Στράττις.

2

.

94

Γραῦς Σέριφος: Ἀπολλόδωρος φησίν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Σεριφία γραῦς, ἡ ἐν παρθε‐ νίᾳ γεγηρακυῖα. Οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρου‐ ραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην κατὰ Σικελίαν
5γραῦν σέριφον καλεῖσθαι ἢ γραῦν σερίφην. Λέγουσι δὲ ὅτι εἴ τινι ἐμβλέψειε ζώῳ, κακόν τι ἐκείνῳ γίνεται.

2

.

95

Γυμνότερος λεβηρίδος: Ἀριστοφάνης φησὶ Τυφλότερος λεβηρίδος. Λεβηρὶς δὲ ἐστὶ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος. Κυρίως δὲ λε‐ βηρὶς, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοός· τελέως ἐστὶ δὲ
5καὶ τοῦτο τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλ‐ μῶν. Τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τέττιγος, καὶ συν‐ όλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀνα‐ γράφουσι τὴν παροιμίαν, καὶ οἱ μὲν τυφλότερος λε‐
βηρίδος, οἱ δὲ κενότερος, οἱ δὲ γυμνότερος.56

2

.

96

Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὶ δια‐ πραττομένων. Ταῖς γὰρ νέαις πρέπει τὸ χορεύειν.

2

.

97

Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων.

2

.

98

Γυμνῷ φυλακὴν ἐπιτάττεις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων τὰ προστάγματα πληροῦν, διὰ τὸ ἀναγκαῖον αὐτὸ γίνεσθαι.

2

.

99

Γλῶσσα ποῖ πορεύ; πόλιν ἀνορθώσασα καὶ πόλιν καταστρέψουσα: ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων.

2

.

100

Γέλως συγκρούσιος: Ἄκοσμος καὶ ἄτακτος· παρόσον τινὲς γελῶντες τὰς χεῖρας ἢ τοὺς πόδας συγ‐ κρούουσιν.

3

.

1

Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τοῦ ἀδυνάτου. Παρεγγυᾷ δὲ, ὅτι μὴ δεῖ τοὺς παρηβηκότας προάγειν εἰς τὰ τῶν ἀκμαζόντων ἔργα.

3

.

2

Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον τῶν ἑταίρων ἀγαπώντων. Φασὶ γὰρ ὅτι ἐν τῷ κατὰ Χαιρώνειαν πολέμῳ ἰδόντα τινὰ ἀνεψιὸν καὶ ἀδελφὸν κα‐ ταπονουμένους, ὑπερασπίσαι τὸν ἀδελφὸν, εἰπόντα τὸ57
5προκείμενον.

3

.

3

Γελλὼ παιδοφιλωτέρα: ἐπὶ τῶν ἀώρως τελευ‐ τησάντων, ἤτοι ἐπὶ τῶν φιλοτέκνων μὲν, τρυφῇ δὲ δια‐ φθειρόντων αὐτά. Γελλὼ γάρ τις ἦν παρθένος, καὶ ἐπειδὴ ἀώρως ἐτελεύτησε, φασὶν οἱ Λέσβιοι αὐτῆς τὸ
5φάντασμα ἐπιφοιτᾶν ἐπὶ τὰ παιδία, καὶ τοὺς τῶν ἀώρων θανάτους αὐτῇ ἀνατιθέασι. Μέμνηται ταύτης Σαπφώ.

3

.

4

Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ τὸ γῆρας ἐμπειροτέρων. Εἵλκυσται μέντοι ἐκ τῶν Σόλωνος ἐλεγείων.

3

.

5

Γραῶν ὕθλος: ἐπὶ τῶν μάτην ληρούντων.58

3

.

6

Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπο‐ ρίας ἀγόντων, ἐπειδὴ τὸ ζῶον πάνυ ἐπιχωριάζει τοῖς Ἀθηναίοις.

3

.

7

Δαιδάλεια ποιήματα: οἱ μὲν ἐπὶ τῶν παρα‐ δόξων ἔργων, οἱ δὲ ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας φα‐ σὶν εἰρῆσθαι τὴν παροιμίαν· ἐπειδὴ τῶν παλαιῶν δημι‐ ουργῶν πλαττόντων τὰ ζῶα τυφλὰ, ὁ Δαίδαλος καὶ τοὺς
5ὀφθαλμοὺς αὐτοῖς ἀνεπέτασεν, ὡς καὶ δόξαν κατασχεῖν ὅτι καὶ ἔμψυχά ἐστι καὶ κινοῦνται καὶ φθέγγονται. Φασὶ γοῦν τινὰ τῶν δαιδαλουργῶν ἀνδριάντων δεδέσθαι τοῦ ποδὸς, ὡς μὴ ἀποδράμοι.

3

.

8

Διομήδειος ἀνάγκη: ἐπὶ τῶν κατὰ ἀνάγκην τινὰ πραττόντων. Μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Βα‐
τράχοις. Ὅτε γὰρ λαβόντες τὸ Παλλάδιον Διομήδης καὶ Ὀδυσσεὺς ἐκόμιζον ἐπὶ τὰς ναῦς, τότε βουλόμενος Ὀδυσ‐59
5σεὺς αὐτοῦ μόνου τὴν φιλοτιμίαν γενέσθαι, ἐπεχείρησε φονεῦσαι τὸν Διομήδην μετὰ τοῦ Παλλαδίου προηγούμε‐ νον. Προϊδὼν δὲ ἐκεῖνος ὡς ἐν κατόπτρῳ ἀντιστίλβον τὸ ξίφος καὶ συλλαβὼν αὐτὸν καὶ δήσας τὰς χεῖρας πλάτει τοῦ ξίφους ἀκολουθῶν ἔτυπτεν.

3

.

9

Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον: ἀνάγκη γὰρ καὶ θεοὺς βιάζεται. Καὶ Πλάτων φησὶν, Ἀνάγ‐ κην δὲ οὐδὲ θεός ἐστι δυνατὸς βιάζεσθαι.

3

.

10

Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δά‐ κτυλος γάρ τις ἀνὴρ γέγονεν Ἀθηναῖος, μεγίστων λαχὼν τιμῶν.

3

.

11

Δάτος ἀγαθῶν: πόλεως ὄνομα ἣν ἀπῴκησαν Θάσιοι· ἐφ’ ᾗ καὶ παροιμία ἐλέχθη, Δάτος ἀγαθῶν, ὡς οὔσης καλλίστης· ἔχει δὲ καὶ χρύσεα μέταλλα καὶ ἔστιν εὐδαίμων.60

3

.

12

Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰ‐ ώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι· παρόσον ἀλεξιφάρ‐ μακον ἡ δάφνη.

3

.

13

Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην.

3

.

14

Δαυλίαν κορώνην: ἀντὶ τοῦ ἀηδόνα. Δαυλία δὲ ἐλέχθη διὰ τὸ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίδι τῆς Φωκίδος συστῆναι· οἱ δὲ, ὅτι περὶ τὴν Δαυλίαν κατα‐ λαμβανόμεναι αἱ περὶ τὴν Πρόκνην μετέβαλον εἰς ὄρνι‐
5θας· ἔνιοι δὲ τὴν δασεῖαν ἀκούουσι· δαυλὸν γάρ ἐστι τὸ δασύ. Τὰ δὲ περὶ τὸν Τηρέα καὶ τὴν Πρόκνην οὕτως ἔχει· Πανδίων θυγατέρας ἐσχηκὼς δύο, Πρόκνην καὶ Φι‐ λομήλαν, ἠγάγετο νυμφίον ἐπὶ τῇ Πρόκνῃ τὸν Τηρέα· ὁ δὲ τῆς Φιλομήλας ἐρασθεὶς καὶ βιασάμενος αὐτὴν, ἵνα
10μή τινι τὸ γεγονὸς ἐξείπῃ, τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν. Ἐκείνη δὲ πέπλῳ ὑφάνασα γράμματα, διὰ τούτων ἐμή‐ νυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. Μαθοῦσα τοίνυν ἡ
Πρόκνη τὰ συμβάντα τῇ Φιλομήλᾳ, Ἴτυν ἀπέκτεινεν, ὃν εἶχε παῖδα ἐκ Τηρέως, καὶ αὐτῷ παρατίθησι τὰ τοῦ παι‐61
15δὸς μέλη εἰς βρῶσιν. Γνοὺς δὲ τὸ γεγονὸς ὁ Τηρεὺς Πρόκνην καὶ Φιλομήλαν ἀπ’ αὐτοῦ φευγούσας ἐδίωκεν. Αἱ δὲ καταλαμβανόμεναι ηὔξαντο ἀφανεῖς γενέσθαι καὶ μετεβλήθησαν, Πρόκνη μὲν εἰς ἀηδόνα, Φιλομήλα δὲ εἰς χελιδόνα. Ὅθεν ἔτι καὶ νῦν αἱ χελιδόνες τετμημένας
20τὰς γλώσσας ἔχουσι· Τηρεὺς δὲ εἰς ἔποπα μεταβληθεὶς Ἴτυν εἰς δεῦρο θρηνεῖ.

3

.

15

Δευτέρων ἀμεινόνων: παροιμία ἐπὶ τῶν θυο‐ μένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερον ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν.

3

.

16

Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην κα‐ λοῦσιν· ἴσως παρὰ τὴν στάσιν.

3

.

17

Δικτύῳ ἄνεμον θηρᾷς: ἐπὶ τῶν μάτην καὶ ἀνοή‐ τως τι ποιούντων.

3

.

18

Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων.

3

.

19

Διὰ μαχαιρῶν καὶ πυρὸς ῥίπτειν δε: ἐπὶ
τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων.62

3

.

20

Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων.

3

.

21

Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λε‐ γόντων καὶ πραττόντων.

3

.

22

Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτην γάρ φασι φεύ‐ γοντα κατελθεῖν βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφήν· οὐκ ἔχειν δὲ φά‐
5σκοντος ἐκείνου, ἄραντος δὲ βῶλον δοῦναι αὐτῷ· τὸν δὲ λαβόντα φάναι,
Δέχεται καὶ βῶλον Ἀλήτης.63

3

.

23

Διπλοῦς ἄνδρας: τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. Ὅθεν ἐπίγραμμα, Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα, χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.

3

.

24

Δὶς ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος: ἐπὶ τῶν κολάσεως ἀξίων. Παρόσον ὁ πολύπους θηρευ‐ θεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι.

3

.

25

Δίχολοι γνῶμαι: παρὰ τὸ διχῇ ἰδιότροποι, κατὰ μετάληψιν. Χόλος γὰρ ἡ ὀργὴ, ὀργὴ δὲ τρόπος. Βακ‐ χυλίδης, Ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι.

3

.

26

Δόρυ καὶ κηρύκιον: παροιμία, ἣν ἔνιοι πειθα‐ νάγκην λέγουσιν. Εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούν‐
των καὶ ἀπειλούντων, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκιον.64

3

.

27

Δραχμὴ χαλαζῶσα: ἐπὶ Διοφάντου τὸ θεωρι‐ κὸν ἐγένετο δραχμή· ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε ἀπὸ τοῦ ἀέρος, χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον.

3

.

28

Δίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις.

3

.

29

Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον: ἐπὶ τῶν δεύτερον τοῖς αὐτοῖς περιπιπτόντων.

3

.

30

Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηται.

3

.

31

Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων.

3

.

32

Δειλότερος εἶ τοῦ παρακύπτοντος: ἐπὶ τῶν
σφόδρα δειλῶν. Ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλὸς, ὥστε διὰ φόβον Ἡρακλέους κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. Παρακύψας γὰρ ἐκ τοῦ σπηλαίου καὶ65
5ἰδὼν τὸν Ἡρακλέα, ἀπελιθώθη καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδὴς τὴν κεφαλὴν ὑπερέχων τοῦ σπηλαίου.

3

.

33

Δὶς καὶ τρὶς τὸ καλόν: ὅτι χρὴ περὶ τῶν κα‐ λῶν πολλάκις λέγειν.

3

.

34

Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. Διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ πολὺ διῆκον. Οὕτως οὐ μακρὰ καὶ διωλύγιος φλυαρία Πλάτων.

3

.

35

Δειλὸν ὁ Πλοῦτος: παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς ἑαυ‐ τῶν ποιοῦνται φυλακάς.

3

.

36

Δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδό‐ νιπτρον: ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων.

3

.

37

Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ
τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι.66

3

.

38

Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τοῦ ἀδυνά‐ του διὰ τὸ εὐκίνητον εἶναι. Πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ ἔχειν.

3

.

39

Δουλότερος Μεσσήνης: ἐπειδὴ πολλάκις ἀπο‐ στάντας τοὺς Μεσσηνίους ἐδουλώσαντο οἱ Λακεδαιμόνιοι καὶ ἐχρῶντο αὐτοῖς χαλεπώτερον ἢ τοῖς ἄλλοις δούλοις.

3

.

40

Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ [ἐπὶ τῶν] μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.

3

.

41

Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παρ‐ οιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησὶ, τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι.

3

.

42

Δῶρον δ’ ὅ τι δῷ τις ἐπαίνει: αὕτη κόμμα ἐστὶ χρησμοῦ τοῦ δοθέντος Μυσκέλλῳ τῷ Ῥυπὶ, καθ’ ὃν
δὴ χρόνον Κρότωνα οὐκ ἐβούλετο οἰκίζειν, [ἀλλὰ] Σύβα‐ ριν, ὥς φησιν Ἵππυς ἐν τῷ περὶ χρόνων. Φησὶ δὲ οὕ‐67
5τως ἔχειν τὸν χρησμόν· Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλα
ματεύων οὔ
δ’ ἅλα θηρεύσεις· δῶρον δ’ ὅ τι δῷ
τι
ς, ἐπαίνει.

3

.

43

Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.

3

.

44

Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: ἐπὶ τῶν παρ’ ἐλπίδα καὶ ἀναξίως εὐπραγησάντων, εἶτα θρυ‐ πτομένων ἐπὶ τοῖς παροῦσι. Ναύαρχος γὰρ ὁ Μάνδρων ἐχειροτονήθη πρὸς τὰ ἐν Ἑλλησπόντῳ ἀνάξιος ὤν· φασὶ
5δὲ καὶ συκίνης ἄρχειν νηὸς, τουτέστιν, εὐτελεστάτης. Τὰ γὰρ σύκινα ξύλα εὐτελῆ καὶ ἄχρηστα.

3

.

45

Ἐν φρέατι κυσὶ μάχεσθαι: ἐπὶ τῶν μοχθηρῶς τινι προσπαλαιόντων καὶ ἀποφυγεῖν μὴ δυναμένων.

3

.

46

Εἰς οὐρανὸν τοξεύεις: ἐπὶ τῶν διακενῆς πο‐
νούντων.68

3

.

47

Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν σφόδρα κινδυ‐ νευόντων.

3

.

48

Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως τι λαμβανόντων.

3

.

49

Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφ’ οἷς ἔπραξαν.

3

.

50

Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἀπολαύσεώς τι‐ νος ἐκπεσόντων, εἶτα πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐλθόντων δίαιταν.

3

.

51

Εἷς ἀνὴρ, οὐδεὶς ἀνήρ: παρόσον ὑπὸ ἑνὸς οὐ‐ δὲν κατορθοῦται.

3

.

52

Εἰς πάγας ὁ λύκος: ἀντὶ τοῦ, Εἰς ἠκονημέ‐ νας μαχαίρας ἡ αἴξ. Ἐπὶ τῶν εἰς κίνδυνον προὖπτον ἡκόντων.

3

.

53

Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν
παρὰ δόξαν κακουμένων ἀθρόως.69

3

.

54

Εἰ μὴ δύναιο βοῦν, ἔλαυν’ ὄνον: ἐπὶ τῶν ὃ κατὰ δύναμιν ἔχουσι πράττειν παρεγγυωμένων.

3

.

55

Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.

3

.

56

Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.

3

.

57

Εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνος: ἐπὶ τῶν τὰ κάλλιστα καὶ λυσιτελέστατα ἑαυτοῖς εὐχομένων. Ἐπεὶ γὰρ ἐστὶ τὰ μεταξὺ τούτων τῶν πόλεων εὐφορώτατα χωρία.

3

.

58

Ἐμαυτῷ βαλανεύσω: παροιμία, οἱονεὶ ἐμαυτῷ διακονήσω. Λέγεται δὲ ὅταν ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ τις λαμβάνῃ τὴν ἀρύταιναν καὶ διακονῇ· ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς πῦρ.

3

.

59

Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων. Κᾶρες γὰρ ἐμισθοφόρησαν πρῶ‐ τοι. Ἄλλοι τὴν παροιμίαν τιθέασι ἐπὶ τῶν εὐκαταφρο‐ νήτων· φασὶ γὰρ τοὺς Κᾶρας πρώτους ἀνθρώπων μι‐70
5σθοῦ στρατεύσασθαι· τοὺς οὖν τὸ ἀργύριον διδόντας προτάττειν τοὺς Κᾶρας ἑαυτῶν, ὡς μέλλοντας ἀποθνή‐ σκειν ὑπὲρ τῶν μισθουμένων. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία.

3

.

60

Ἐν κοτύλῃ φέρ: παιδιᾶς εἶδος· ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ, ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμε‐
νος ἐνετίθει τὰ γόνατα, καὶ οὕτως ἐβαστάζετο.71

3

.

61

Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν ἀγε‐ λάστων καὶ συνωφρυωμένων. Φασὶ γὰρ τοὺς εἰς Τρο‐ φωνίου καταβαίνοντας ἀφαιρεῖσθαι τὸν γέλωτα.

3

.

62

Ἐκτὸς πηλοῦ πόδας ἔχεις: ἐπὶ τῶν ἔξω κιν‐ δύνου καθεστώτων· οἷόν ἐστι καὶ τὸ, Ἔξω βέλους.

3

.

63

Ἐν ὅλμῳ εὐνάσω: οἱ μὲν Ὅλμον μάντιν φασίν· οἱ δὲ, τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι, ὅθεν καὶ παροιμίαν γενέσθαι. Καὶ Ἀριστοφάνης ὁ γραμ‐ ματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμηθέντες μαντικοί· καὶ
5τοὺς τρίποδας τοῦ Ἀπόλλωνος ὅλμους καλεῖσθαι, καὶ Ἀπόλλων ὑπὸ Σοφοκλέους ἔνολμος.

3

.

64

Ἐν πέντε κριτῶν γούνασι κεῖται: παροι‐
μιῶδες, οἷον, ἐν ἀλλοτρίᾳ ἐξουσίᾳ εἰσίν. Εἴρηται δὲ ἡ παροιμία, παρόσον πέντε κριταὶ τοὺς κωμικοὺς ἔκρι‐ νον, ὥς φησιν Ἐπίχαρμος. Σύγκειται οὖν παρὰ τὸ72
5Ὁμηρικὸν, Θεῶν ἐν γούνασι κεῖται. Ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα γρά‐ φεται.

3

.

65

Ἐν πίθῳ τὴν κεραμείαν μανθάνω: παροι‐ μία ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτο‐ μένων δὲ εὐθέως τῶν μειζόνων. Ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν
5πλάττειν, πίθῳ ἐγχειροίη. Δικαίαρχος δέ φησιν ἕτερόν τι δηλοῦν τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς ὁμοίοις ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ τῆς νηὸς καὶ ἡνίοχος ἐπὶ τῶν ἵππων.

3

.

66

Ἐλάφειος ἀνήρ: ἐπὶ τοῦ δειλοῦ, ἐκ μεταφορᾶς
τοῦ ζώου. Δειλὸν γὰρ ἡ ἔλαφος.73

3

.

67

Ἐλέφας μῦν οὐχ ἁλίσκει: ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων.

3

.

68

Ἐλέφαντα ἐκ μυίας ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγαλοποιούντων. Λου‐ κιανὸς Μυίας ἐγκωμίῳ· Μὴ καὶ δόξω, κατὰ τὴν παροιμίαν, ἐλέφαντα ἐκ μυίας ποιεῖν.

3

.

69

Ἐλεύθεραι αἶγες ἀρότρων: ἐπὶ τῶν βάρους τινὸς ἢ κακῶν ἀπηλλαγμένων.

3

.

70

Ἔνεστι κἀν μύρμηκι χολ: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν.

3

.

71

Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μο‐ χθούντων, ὧν τὸ ἔργον ἀφανές.

3

.

72

Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.

3

.

73

Ἔνεισιν ἐν δειλοῖσι κἄνανδροι λόγοι: ὅτι φησὶ καὶ οἱ λόγοι ταῖς ψυχαῖς συσχηματίζονται καὶ τυποῦνται.

3

.

74

Ἐν ἅλῳ δρασκάζεις: ἀντὶ τοῦ, ἐν ἅλῳ κρύ‐ πτῃ. Ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόσον περίοπτός ἐστιν ἡ ἅλως.74

3

.

75

Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγά‐ λοις ἐγχειρούντων πράγμασιν. Ἐκ μεταφορᾶς τοῦ Ἡρα‐ κλέους.

3

.

76

Ἐνδυμίωνος ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμέ‐ νων. Ἐνδυμίωνος γὰρ κάλλει διενεγκόντος ἠράσθη Σε‐ λήνη, καὶ Ζεὺς αὐτῷ δίδωσι ταύτης αἰτησαμένης ὃ βού‐ λεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διαπαντὸς ἀθά‐
5νατος καὶ ἀγήρως μένων. Ἐκ τούτου τὴν παροιμίαν γε‐ νέσθαι φασί.

3

.

77

Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολε‐ μαρχε: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τι‐
μῆς ἀξιουμένων. Τοιαύτη δὲ ἐστὶ καὶ ἡ λέγουσα· Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς.75
5Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τι‐
μῆ
ς. κα·
Ἐν γὰρ ἀμούσοις Καὶ κορυδὸς
[κύκνου] φθέγγετ[ἀοιδότερος.]

3

.

78

Ἐν τριόδῳ εἰμ: ἐπὶ τῶν ἀδήλων πραγμάτων. Ἐπειδὴ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδε ποίᾳ χρήσεται ὁδῷ.

3

.

79

Ἐντὸς ἑβδόμης: ἀπείρητο Ἀθήνησι στρατιὰν ἐξάγειν πρὸ τῆς τοῦ μηνὸς ἑβδόμης.

3

.

80

Ἐπακτὸς ὅρκος: οὐκ ἐγχώριος, ἀλλ’ ἀπὸ ξένης
ἐπηγμένος· ἢ ὃν ἕτερος ἐπάγει, οὐκ αὐθαίρετος.76

3

.

81

Ἐπειοῦ δειλότερος: οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός· ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερος φανῆναι· καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν.

3

.

82

Ἐπὶ τὰ Μανδραβόλου: αὕτη τέτακται κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί. Ὁ γὰρ Μανδρά‐ βολος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ, [τὸ πρῶ‐ τον] πρόβατον χρυσοῦν ἀνέθηκε τῇ Ἥρᾳ· τῷ δὲ δευτέρῳ
5ἔτει ἀργυροῦν, καὶ τῷ τρίτῳ χαλκοῦν.

3

.

83

Ἐρεβίνθινος Διόνυσος: παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων.

3

.

84

Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδικασθῇ.

3

.

85

Ἑρμώνειος χάρις: Πελασγοί τινες τὴν Λῆμνον οἰκοῦντες ἦλθον ἐν ναυσὶν ἐς Βραυρῶνα τῆς Ἀττικῆς, καὶ τὰς γυναῖκας ἐκεῖθεν ἥρπασαν. Λοιμῷ δὲ περιπεσόντες προσετάχθησαν δίκας διδόναι τοῖς Ἀθηναίοις, καὶ οὕτως77
5ἀπαλλαγήσεσθαι τοῦ λοιμοῦ. Κελευόντων δὲ τῶν Ἀθη‐ ναίων ἐκλιπεῖν τὴν Λῆμνον εἶπον οἱ Πελασγοὶ, εἴ τις αὐθημερὸν Ἀθήνηθεν Βορέᾳ χρησάμενος καταπλεύσειεν εἰς τὴν Λῆμνον, ἐκστήσονται τῆς χώρας αὐτῶν. Ὕστε‐ ρον δὲ Δαρείου τοῦ Πέρσου περὶ Θρᾴκην ὄντος καὶ πάντα
10χειρουμένου τὰ πέριξ, Μιλτιάδης Ἀθηναῖος ἐκ τῆς Χεῤ‐ ῥονήσου ἀφεὶς ἐς τὸ πέλαγος καταλαμβάνει τὴν Λῆμνον, καὶ πρὸς τοὺς Πελασγοὺς ἔφη, Βορέᾳ χρησάμενος αὐ‐ θημερὸν ἥκειν. Ἕρμων δὲ βασιλεύων τῶν Πελασγῶν ἐξέστη τῆς χώρας, τῇ μὲν ἀληθείᾳ τοῦ Δαρείου τὴν
15δύναμιν φοβηθεὶς, προσποιησάμενος δὲ ἑκὼν διδόναι τοῖς Ἀθηναίοις τὴν χάριν. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν κατὰ ἀνάγκην τισὶ προσποιουμένων χαρίζεσθαι.

3

.

86

Εἰς Μακάρων νήσους: ὁ Ἡσίοδός φησι Μα‐ κάρων νήσους εἶναι περὶ τὸν Ὠκεανὸν, κἀκεῖ τοὺς εὐδαί‐ μονας οἰκεῖν ὑπὸ Κρόνου βασιλευομένους. Ὅθεν ἐπὶ τῶν μακαρίων εἰρῆσθαι τὴν παροιμίαν.

3

.

87

Ἐς κόρακας: ἐν Θεσσαλίᾳ τόπος ἐστὶ Κόρακες, ὅπου τοὺς κακούργους ἐνέβαλλον· ὅθεν ἡ παροιμία. Μέμνηται δὲ ταύτης Μένανδρος συνεχῶς. Λέγουσι δὲ, ὅτι Βοιωτοῖς Ἄρνην ποτὲ διοικοῦσι προείρητο ὑπὸ τοῦ
5θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. Νεανίσκοι δέ ποτε μεθυσθέντες, καὶ συλλαβόντες κόρα‐ κας, γυψώσαντες ἀφῆκαν πέτεσθαι· ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τὸ τέλος. Καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυβον, φυγόντες ᾤκησάν78
10τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας. Μετὰ δὲ ταῦτα ἐκβαλόντες τοὺς Βοιωτοὺς οἱ Αἰολεῖς, ἔσχον τὴν Ἄρνην οἰκείαν οὖσαν, καὶ τοὺς ἁμαρτάνοντας μεθιστᾶσιν εἰς τοὺς Κόρακας κολουμένους.

3

.

88

Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον.

3

.

89

Ἔξω βελῶν καθῆσθαι: παροιμία παραινοῦσα μακρὰν ἑαυτὸν τῶν βελῶν τῶν ἐναντίων ποιεῖν.

3

.

90

Ἕκητι Συλοσῶντος εὐρυχωρίη: Συλοσῶν Σάμιος φίλος ἐγένετο Δαρείῳ τῷ Περσῶν βασιλεῖ, καὶ δι’ αὐτοῦ τὴν ἐν Σάμῳ δυναστείαν παρέλαβε τελευτήσαν‐
τος Πολυκράτους. Ἐπεὶ δὲ πικρῶς καὶ χαλεπῶς ἦρχεν,79
5ἐκλιπόντες τὴν νῆσον οἱ πλείους μετῴκησαν. Ὅθεν ἡ παροιμία.

3

.

91

Εἰς τὸ δέον: Περικλῆς, ὥς φασιν, ἔδωκε χρή‐ ματα τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Πλειστοάνακτι, καὶ συνέπεισεν αὐτὸν ἀναχωρῆσαι ἐκ τῆς Ἀττικῆς ἐπὶ πολέμῳ προαχθέντα. Διδοὺς οὖν λόγον τῶν χρημάτων μετὰ ταῦτα
5τοῖς Ἀθηναίοις, καὶ μὴ θελήσας φανερῶς λογίσασθαι, εἶπεν, Εἰς τὸ δέον ἀνήλωσα τοσάδε τάλαντα.

3

.

92

Εἰς Ἀφάννας: Συβαρῖται νίκην τὸν θεὸν ᾐτοῦντο κατὰ Κροτωνιατῶν, παρόντων ἐκείνων. Ἑνὸς δὲ τῶν Κροτωνιατῶν χλευάσαντος καὶ εἰπόντος ὅτι τεύξε‐ σθε ταύτης ἐν Ἀφάνναις, τὴν πρόῤῥησιν τοῦ θεοῦ
5ἐθαύμασαν. Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν δοκούντων
ἀνυποστάτων εἶναι.80

3

.

93

Εὐμεταβολώτερος κοθόρνου: κόθορνός ἐστιν ὑποδήματος εἶδος ἐφαρμόζοντος καὶ δεξιῷ καὶ ἀριστερῷ ποδί· ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν λʹ, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. Ἐπὶ τῶν στρεφομένων οὖν συνε‐
5χῶς ἡ παροιμία εἴρηται.

3

.

94

Εὔνους ὁ σφάκτης: αὕτη ἡ παροιμία προηνέ‐ χθη ἀπὸ τοῦ Ὀρέστου, ὡς καὶ Ὅμηρος ἐδήλωσεν· ἀπο‐ κτείνας γὰρ τὴν μητέρα, περίδειπνον ἐποίησεν. Ὁμοίως δὲ καὶ ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, ὃς Σεμέλην φο‐
5νεύσας, τὰ ὀστᾶ αὐτῆς μετὰ πολλῆς φροντίδος ἔπεμψε τῇ μητρί. Ἔτι δὲ μᾶλλον ἀπὸ Πτολεμαίου τοῦ Φιλοπά‐ τορος· τὴν γὰρ μητέρα Βερενίκην καθείρξας ἐν μεγάροις, καὶ παραδοὺς Σωσιβίῳ φυλάσσειν, ἡνίκα ἐκείνη οὐ φέ‐ ρουσα τὴν κόλασιν ἔπιε θανάσιμον βοτάνην καὶ τὸ φάρ‐
10μακον πιοῦσα ἀπέθανε, διὰ τὰς ἀπ’ αὐτῶν τῶν ὀνείρων ταραχὰς ἐν μέσῃ τῇ πόλει μνῆμα οἰκοδομήσας, ὃ νῦν Σῆμα καλεῖται, πάντας ἐκεῖ τοὺς προπάτορας σὺν αὐτῇ κατέθετο, καὶ Ἀλέξανδρον τὸν Μακεδόνα. Καὶ ἐπὶ τῶν αἰγιαλῶν δὲ ἱερὸν αὐτῇ ἱδρύσαντο, ὃ ἐκάλουν Βερενίκης
15σωζούσης.

3

.

95

Ἐξάντης λεύσσω τοὐμὸν κακὸν ἄλλον ἔχον‐ τα: τὸ ἐξάντης τὸν ὑγιῆ δηλοῖ καὶ τὸν ἔξω ἄτης, ὅ ἐστι βλάβης, ὡς Πλάτων φησί.81

3

.

96

Εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δ’ εἴην Τενεά‐ της: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου Τενέα, κατά‐ φυτος. Ὡς οὖν τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κό‐ ρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην
5ἔχειν, οὕτως εἴρηται.

3

.

97

Ἐν νυκτὶ βουλ: ἡ παροιμία οὕτως εἴρηται, ἐπειδὴ ἡσυχίαν ἔχει ἡ νὺξ καὶ δίδωσι κατὰ σχολὴν λογι‐ σμοὺς τοῖς περὶ τῶν ἀναγκαίων βουλευομένοις.

3

.

98

Ἔφυγον κακὸν, εὗρον ἄμεινον: αὕτη τάτ‐ τεται ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομέ‐ νων. Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν, ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ
5λίκνον ἄρτων πλῆρες περιφέροντα λέγειν,
Ἔφυγον κακὸν, εὗρον ἄμεινον. Ἐσήμαινον δὲ ὡς ἀπώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν.82

3

.

99

Ἐκκέκοφθ’ ἡ μουσικ: φασὶν, ὅτι τῶν πα‐ λαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπεισήγαγον.

3

.

100

Εἴποις τὰ τρία παρὰ τῇ αὐλ: τοῖς ἐπὶ θά‐ νατον ἀπαγομένοις τὴν παῤῥησίαν ταύτην ἐδίδουν, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν ἃ βούλονται· μεθ’ ἃ φιμωθέντες ἀπήγοντο πρὸς τὴν κόλασιν· τὸ δὲ
5νῦν ἀρχεῖον λεγόμενον αὐλὴ ἐκαλεῖτο, ὅπου ἀπήγοντο, καὶ τοὺς ἐν αὐτῷ διαιτωμένους αὐλικοὺς ὠνόμαζον. Ὡς ἐκ τούτου φανερὰν τὴν παροιμίαν εἶναι.

4

.

1

Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν παίδων στερίσκεσθαι. Εἴρηται οὖν ἐπὶ τῶν ἑαυ‐ τοῖς τὰ κακὰ ἐπισπωμένων ἡ παροιμία.83

4

.

2

Εἴ τι κακὸν, εἰς Πύῤῥαν: φασὶν ὅτι οἱ Πυῤ‐ ῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. Ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι, καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, Εἴ τι
5κακὸν, εἰς Πύῤῥαν.

4

.

3

Εὐγενέστερος Κόδρου: ὁ Κόδρος Μελάνθου υἱὸς ἦν· Μέλανθος δὲ ἕκτος ἀπὸ Νηλέως, οὗ καὶ Νέ‐ στωρ. Οὗτος ἐκπεσὼν τῆς Μεσσήνης ἦλθεν εἰς τὰς Ἀθή‐ νας, καὶ μονομαχήσας πρὸς Ξάνθον τὸν Βοιωτὸν, βα‐
5σιλεύοντα τῶν Ἀθηναίων, νικήσας ἐβασίλευσε τῶν Ἀθη‐ ναίων, καὶ Κόδρῳ τῷ υἱῷ τελευτήσας τὴν βασιλείαν κατ‐ έλιπεν. Ὁ δὲ Κόδρος οὗτος ἐν τῷ πρὸς Δωριέας πο‐ λέμῳ ἑκὼν ὑπὲρ τῆς χώρας ἀποθνήσκει. Προείρητο γὰρ ὑπὸ τοῦ θεοῦ τοῖς Ἀθηναίοις νικήσειν, εἴ γε τελευτή‐
10σειεν ὑπὸ τῶν Δωριέων ὁ βασιλεὺς αὐτῶν. Ἀποθανὼν δὲ ἐγκατέλιπε παῖδας δύο, Μέντορα καὶ Νηλέα. Ὁ μὲν οὖν Μέντωρ ἀντ’ αὐτοῦ ἐβασίλευσεν· ὁ δὲ Νηλεὺς ἡγε‐ μὼν τῆς εἰς τὴν Ἀσίαν ἀποικίας ἐγένετο.

4

.

4

Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: μέμνη‐ ται τῆς παροιμίας ταύτης Σοφοκλῆς ἐν Αἴαντι μαστιγο‐ φόρῳ. Λέγει δὲ καὶ Εὐριπίδης ἐν τῇ Μηδείᾳ, Κακοῦ ἀνδρὸς δῶρον ὄνησιν οὐκ ἔχει.84

4

.

5

Ἐν οἴνῳ ἀλήθεια: παροιμία· παρόσον ὁ οἶνος τοὺς ἐμπιπλαμένους αὐτοῦ ὁποῖοι εἰσὶ παραδείκνυσι.

4

.

6

Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος: Μίνως θυσίας τῷ Ποσειδῶνι ἐπιτελῶν ηὔξατο αὐθημερὸν ἀναδοθῆναί τι αὐτῷ ἐκ τῆς θαλάσσης, καὶ τοῦτο κατα‐ θῦσαι πάλιν ὑπέσχετο, ὃ ἂν καὶ εἴη. Τοῦ δὲ Ποσειδῶ‐
5νος ταῦρον ἀναδόντος περικαλλῆ ἔπεμψε Μίνως εἰς τὰ βουφόρβια. Ὀργισθεὶς οὖν Ποσειδῶν ἐνέβαλεν ἔρωτα τοῦ ταύρου Πασιφάῃ, τῇ τοῦ Μίνωος γυναικί. Ἡ δὲ πεί‐ θει Δαίδαλον, ξυλίνην βοῦν κατασκευάσαντα εἰς αὐτὴν ἐνθεῖναι, ἣν ἐπιβαίνων ὁ ταῦρος ὡς βοῦν, ἔγκυον ἐποί‐
10ησεν· ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνωος δὲ ὀργι‐ ζομένου Ἀθηναίοις διὰ τὸν τοῦ Ἀνδρόγεω φόνον, ὃς ὑπὸ τῶν ἐν Ἀθήνησι νέων διὰ φθόνον ἀνῃρέθη ἐν τοῖς Παν‐ αθηναίοις νικήσας πένταθλον, ἑπτὰ παρθένοι καὶ ἶσοι νέοι ἀκμαῖοι ἐξ Ἀθηνῶν ἐδασμολογοῦντο κατ’ ἐγκέλευσιν
15αὐτοῦ, καὶ παρεβάλλοντο τῷ θηρίῳ. Ὡς οὖν τὸν Δαί‐ δαλον ἀρχηγὸν τούτων τῶν κακῶν γενόμενον, διά τε τὸ κατεσκευακέναι τὴν ξυλίνην βοῦν, καὶ διὰ τὸ αἴτιον τῆς τοῦ θηρίου γενέσεως γεγονέναι, ἐμυσάχθησαν.

4

.

7

Ἐκ παντὸς ξύλου κύφων γένοιτ’ ἄν: αὕτη τάττεται ἐπὶ τῶν κατὰ μὲν τὸ εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείας ἀναγκαίας πιπτόντων. Μέμνηται δὲ αὐτῆς Ἐπίχαρμος ἐν Τρωσίν.85

4

.

8

Εὑδόντων ἁλιευτικῶν κύρτος: εἴρηται ἡ παρ‐ οιμία ἐπὶ τῶν ἄνευ πόνου κατεργαζομένων, ἐφ’ ἃ ἂν ὁρμήσωσιν. Ἐπειδὴ κοιμωμένων τῶν ἁλιέων ὁ ἰχθὺς τῷ κύρτῳ εἰσδύεται.

4

.

9

Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης βασιλεῖ χαριζόμενος, μαστιγώσας ἑαυτὸν καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα ἀφελόμενος, εἰσελθὼν εἰς Βαβυλῶνα καὶ πιστευθεὶς διὰ τὰ περὶ τὸ σῶμα, προὔδωκε τὴν πόλιν. Ἐκ μετα‐
5φορᾶς οὖν εἶπε, Τάλαντα καὶ ζυγὰ, οἱονεὶ ἔργα καὶ
πράξεις.86

4

.

10

Ζαλεύκου νόμος: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις ὠμότερον ἐνομοθέτησεν.

4

.

11

Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητα κἂν βραδέως ἡ δίκη τοὺς πονηροὺς μέτ‐ εισι. Φασὶ γὰρ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογρά‐ φεσθαι τὰ πραττόμενα τοῖς ἀνθρώποις.

4

.

12

Ζεῖ χύτρα, ζεῖ φιλία: ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν.

4

.

13

Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων.

4

.

14

Ζωὴ πίθου: ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως ζών‐ των· ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἦν ἡ ἡδί‐
στη καταγωγὴ καὶ διατριβή.87

4

.

15

Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών: πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένους.

4

.

16

Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνά‐ μεθα: ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. Κέχρηται αὐτῇ Πλάτων ἐν Ἱππίᾳ.

4

.

17

Ἤτοι τέθνηκεν, ἢ διδάσκει γράμματα: τῶν μετὰ Νικίου στρατευσαμένων εἰς Σικελίαν οἱ μὲν ἀπώ‐ λοντο, οἱ δὲ ἐλήφθησαν αἰχμάλωτοι, καὶ τοὺς τῶν Σι‐ κελιωτῶν παῖδας ἐδίδασκον γράμματα. Οἱ οὖν διαφεύ‐
5γοντες εἰς Ἀθήνας, καὶ ἐρωτώμενοι περὶ τῶν ἐν Σικελίᾳ, ἔλεγον, Ἢ τέθνηκεν, ἢ διδάσκει γράμματα. Καὶ οὕτως ὁ λόγος παροιμιώδης ἐγένετο. Εἴρηται δὲ ἐπὶ τῶν ἀμφιβόλως λαλούντων.

4

.

18

κρίνον ἢ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον· ἄδηλον δὲ, εἰ οἴσει καρπόν. Ἔταττον οὖν τὸ μὲν κρίνον οἱ ἀρχαῖοι ἐπὶ τοῦ τεθνηκό‐ τος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Μέμνηται ταύ‐
5της Δίφιλος λέγων· Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.

4

.

19

Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν: τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ
δὲ καθαίρει. Ὅθεν ἡ παροιμία. Ἕτεροι δὲ ἐπὶ τῶν ἀρχομένων ὁρμᾶν ἐπί τι πρᾶγμα, στραγγευομένων δέ.88
5Φασὶ δὲ αὐτὴν Τερψίωνος εἶναι.

4

.

20

Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἱστορεῖ Δίδυμος, ὅτι Ἀμαία μὲν ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προσαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη. Ἀπὸ γοῦν τῆς ἱστορίας ἡ παροιμία προήχθη. Λέγεται δὲ ἐπὶ τῶν πο‐
5λυχρονίῳ ζητήσει χρωμένων. Πλούτωνος γὰρ Περσεφόνην ἁρπάσαντος ἡ Δημήτηρ ἀνὰ πᾶσαν τὴν γῆν περιῄει ταύ‐ την ζητοῦσα.

4

.

21

Ἠλιθιώτερος τοῦ Πραξίλλης Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὡς φησὶ Πολέ‐ μων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰσ‐ άγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν
5ἥκει, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. Ὅθεν εἰς παροιμίαν προήχθη ὁ λόγος.
Ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους.89

4

.

22

Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέ‐ γουσι τὴν ἐπισπωμένην τὸν σίδηρον. Οἱ δὲ ἑτέραν, πα‐ ραπλήσιον ἀργύρῳ. Κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας, τῆς ἐν Λυδίᾳ πόλεως.

4

.

23

τρὶς ἓξ ἢ τρεῖς κύβοι: ἡ παροιμία παρὰ Φερεκράτει ἐν τοῖς Μυρμηκανθρώποις. Κεῖται δὲ ἐπὶ τῶν ἀποκινδυνευόντων. Τὸ μὲν γὰρ τρὶς ἓξ, τὴν παν‐ τελῆ νίκην δηλοῖ· τὸ δὲ τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι
5γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ, ὡς νῦν, δύο. Ἔστι δὲ ὁμωνυμία. Κύβον γὰρ ἔλεγον ἰδίως αὐτὸν τὸν ῥιπτούμενον, ὅτε πλήρης ἐστὶ καὶ μή. Τοὺς δὲ κύβους τοὺς τοιούτους οἱ Ἴωνες καλοῦσιν Οἴνας καὶ τὴν παροιμίαν οὕτως ἐκφέρουσιν, Ἢ τρὶς ἓξ ἢ
10τρεῖς οἶναι.

4

.

24

Ἡ Φανίου θύρα: ὁ Φάνιος, ὡς φασὶν, ἐγέ‐ νετο ὀβολοστάτης, ἄλλως δὲ τυφλός. Ὑπανοίγοντος δὲ τοῦ παιδὸς αὐτοῦ τὰ ταμεῖα καὶ τὴν θύραν, ἣν ἐκεῖνος ἰσχυρὰν ἐνόμιζεν εἶναι, τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν
5μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν.90

4

.

25

ἀφύα πῦρ: ἐπὶ τῶν ὀξὺ λαμβανόντων τέλος ἡ παροιμία εἴρηται. Παρόσον ἡ ἀφύη (ἔστι δὲ ἰχθὺς) ἰδοῦσα τὸ πῦρ μόνον ἕψεται, οὕτως οὖσα τρυφερά.

4

.

26

Ἡράκλειος νόσος: Δικαίαρχος φησὶ τὴν ἱερὰν νόσον Ἡράκλειον ὀνομάζεσθαι. Εἰς ταύτην γὰρ ἐκ τῶν μακρῶν πόνων περιπεσεῖν φασὶ τὸν Ἡρακλέα.

4

.

27

Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν πα‐ ράλογα δοκούντων πράττειν εἴρηται ἡ παροιμία. Ὁ Θάμυρις πολλῶν ἐπὶ κάλλει διενεγκὼν, ἤρξατο πρῶτον ἐρᾶν ἀῤῥένων. Ἀσκήσας δὲ κιθαρῳδίαν, ταῖς
5Μούσαις ἤρισε, συνθέμενος πρότερον, εἰ μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· εἰ δ’ ἡττηθῇ, στερηθήσεσθαι ὧν ἂν ἐκεῖναι θέλωσιν. Ὑπέρτεραι δὲ αἱ Μοῦσαι γενό‐ μεναι, καὶ τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας ἐστέ‐ ρησαν.

4

.

28

Θᾶττον ἢ Βούτης: τῶν ἐπὶ τῇ στοᾷ μαχομένων
τὶς ἦν ᾧ ἐπεγέγραπτο Βούτης, οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός· τὰ δὲ λοιπὰ μέρη ἐδόκει ὑπὸ τοῦ ὄρους, ἐφ’ οὗ ἐβεβήκει, κρύπτεσθαι, διὰ τὸ προκεῖσθαι αὐτοῦ.91
5Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων. Καὶ γὰρ καὶ ὁ Βούτης ῥᾳδίως κατεσκευάσθη, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γεγραμμένου.

4

.

29

Θετταλῶν σόφισμα: παροιμία ἐπὶ τῶν σοφι‐ ζομένων λεγομένη, διὰ τὸ ** τῷ Θετταλῷ λόγιον ἐκπε‐ σεῖν, φυλάττεσθαι μὴ ἕλωσιν αὐτὸν οἱ ἐξεναντίας εὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ’ αὐτοῦ χρησάμενοι. Νοήσας
5οὖν τὸ λόγιον καὶ πρὸς ὑπερβολὴν τραπόμενος, ἑκα‐ τόμβην ἀνδρῶν ηὔξατο θυσίαν Ἀπόλλωνι Καταιβασίῳ. Κατελθὼν οὖν ἐκεῖ, καὶ διαταξάμενος ἐφ’ ἃ ὥρμησε, τὸ περὶ τὴν θυσίαν καὶ τὴν εὐχὴν οὔτε ἱεροπρεπὲς εἶναι νο‐ μίσας, οὔτε ἄλλως εὐσεβὲς, ὑπερέθετο. Καὶ μέχρι νῦν
10Θετταλοὶ τὴν θυσίαν Ἀπόλλωνι ὑπισχνοῦνται δι’ ἔτους.

4

.

30

Θεῶν ἀγορ: παροιμία ἐπὶ τῶν τολμώντων τὶ λέγειν ἐπὶ τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. Καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι
προσαγορευθείς.92

4

.

31

Θολερῶς προβαίνεις: μὴ καθισταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλ’ ἀστάτως καὶ τεταραγμένως προϊών.

4

.

32

Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ταύτης μέ‐ μνηται Μένανδρος ἐν τῇ πρώτῃ. Λέγει γὰρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο. Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα γέ‐
5γονε, Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.

4

.

33

Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια: οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαι φασὶν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζο‐ μένων. Τῆς οὖν ἑορτῆς τελεσθείσης, λέγειν ἐπὶ τὰ ἔργα
5ἐκπέμποντας αὐτοὺς, Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια. Τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν, ὅτι οἱ Κᾶρες ποτὲ μέρος τῆς Ἀττικῆς κατέσχον· καὶ εἴ ποτε τὴν ἑορτὴν τῶν Ἀνθεστηρίων ἦγον οἱ Ἀθηναῖοι, σπονδῶν αὐτοῖς
10μετεδίδοσαν καὶ ἐδέχοντο τῷ ἄστει καὶ ταῖς οἰκίαις. Μετὰ δὲ τὴν ἑορτὴν τινῶν ὑπολελειμμένων ἐν ταῖς Ἀθή‐ ναις, οἱ ἀπαντῶντες πρὸς τοὺς Κᾶρας παίζοντες ἔλεγον, Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ἐπιζητούντων
15πάντοτε λαμβάνειν.93

4

.

34

Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων ἡ παροιμία ἐστί. Καλλί‐ στρατος γὰρ ὁ ῥήτωρ ἐκπεσὼν Ἀθήνηθεν ἔπεισε τοὺς Ἀθηναίους τὴν ἀντίπεραν γῆν οἰκῆσαι, λέγων ὅτι καὶ
5χρυσᾶ μέταλλα ἔχει, καὶ γῆν ἄφθονον, καὶ ὅλην ἀρί‐ στην, καὶ ὅλως Θάσον ἀγαθῶν τὸν τόπον ἐκάλει· ὅθεν ἡ παροιμία ἐκράτησεν.

4

.

35

Θᾶττον ὁ τόκος Ἡρακλείτω Περιναίω τρέ‐ χει: Ἡράκλειτος δρομεὺς ἐγένετο θαυμασθεὶς ἐπὶ τάχει. Εἴρηται ἡ παροιμία ἐπὶ τῶν δανειζομένων, ὡς τοῦ τόκου θᾶττον τρέχοντος ἢ Ἡράκλειτος ὁ δρομεύς. Ἐξήλλακται
5μέντοι Δωρικῶς, Ἡρακλείτω Περιναίω, ἀντὶ τοῦ, Πε‐ ριναίου.

4

.

36

Θεὸς ἡ Ἀναίδεια: αὕτη τέτακται ἐπὶ τῶν δι’ ἀναισχυντίαν τινὰ ὠφελουμένων. Φησὶ Θεόφραστος ἐν τῷ περὶ Νόμων, Ὕβρεως καὶ Ἀναιδείας παρὰ τοῖς Ἀθη‐ ναίοις εἶναι βωμούς.

4

.

37

Θρᾳκία παρεύρεσις: φασὶ τοὺς Θρᾷκας ἡττη‐ θέντας ὑπὸ Βοιωτῶν [περὶ Κορώνειαν,] καὶ σπεισαμένους σπονδὰς πενθημέρους θέσθαι· νυκτὸς δὲ ἐπιγενομένους τοῖς Βοιωτοῖς, τοὺς μὲν ἀποκτεῖναι, τοὺς δὲ ζωγρῆσαι.
5Ἀγανακτούντων δὲ τῶν Βοιωτῶν, εἰπεῖν τοὺς Θρᾷκας, ὅτι τὰς ἡμέρας οὐ τὰς νύκτας ἐσπείσαντο.

4

.

38

Ἰνοῦς ἄχη: Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθά‐ μαντι δύο ἐγέννησε παῖδας, Λέαρχον καὶ Μελικέρτην, καὶ θυγατέρα Εὐρύκλειαν. Οὗτοι ὑπὸ Ἀθάμαντος μα‐ νέντος κατετοξεύθησαν. Μετὰ δὲ Μελικέρτου ἡ Ἰνὼ ἔῤῥι‐94
5ψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷ Μολουρίῳ θάλατταν. Καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θάψαντες Μελικέρτην ἄγουσιν ἐπ’ αὐτῷ ἀγῶνα τὰ Ἴσθμια. Διὰ δὴ ταῦτα εἴρηται
10Ἰνοῦς ἄχη. Ἄχος γὰρ ἡ λύπη, ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ταῦτα δὲ δηλώσει καῖ Μενεκράτης ὁ Τύριος. Πέπονθε δὲ οὕτως Ἰνὼ δι’ αἰτίαν τήνδε. Ἀθά‐ μας πρότερον γυναῖκα ἐσχηκὼς Νεφέλην, δύο παῖδας ἐκ ταύτης Ἕλλην καὶ Φρίξον ἐγέννησεν. Ἀποθανούσης δὲ
15τῆς Νεφέλης, δευτέραν ἠγάγετο γυναῖκα Ἰνώ· ἥτις ἐπι‐ βουλεύσασα τοῖς τῆς Νεφέλης παισὶ, παρέπεισε τὰς τῶν ἐγχωρίων γυναῖκας φρύγειν τὰ σπέρματα. Ἡ γῆ δὲ πε‐ φρυγμένον τὸν σπόρον δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. Πέμψας οὖν εἰς Δελφοὺς ὁ Ἀθάμας περὶ τῆς
20ἀφορίας ἐπυνθάνετο. Δώροις δὲ πείσασα Ἰνὼ τοὺς πεμ‐ φθέντας ὑπέθετο αὐτοῖς εἰπεῖν ὑποστρέψασιν, ὡς ἀνεῖ‐ λεν ὁ θεὸς, Ἕλλην καὶ Φρίξον σφαγιασθῆναι, εἰ θέλοιεν ἀπαλλαγὴν τῆς ἀφορίας ἔσεσθαι. Πεισθεὶς οὖν ὁ Ἀθά‐ μας, Ἕλλην καὶ Φρίξον τῷ βωμῷ παρέστησεν. Ἀλλ’
25ἐκείνους μὲν κατοικτείραντες οἱ θεοὶ διὰ τοῦ χρυσομάλλου κριοῦ ἐναερίους ἀφήρπασαν. Ὅθεν Ἕλλη μὲν ἀντέχειν μὴ δυναμένη, εἰς τὸν ἀπ’ ἐκείνης κληθέντα Ἑλλήσποντον καταπίπτει· Φρίξος δὲ εἰς τὴν Κολχικὴν διασώζεται γῆν. [Ἀθάμαντι δὲ μανίαν ἐμβαλόντες τὴν Ἰνὼ τοιαῦτα
30παθεῖν παρεσκεύασαν.]

4

.

39

Ἰαλέμου ψυχρότερος: παροιμία, ὡς εἴ τις εἴποι, Γυμνότερος τοῦ κακοδαίμονος· ἢ ὅτι οἱ θρηνοῦν‐ τες τῷ ἰαλέμῳ χρῶνται, ἐπιλέγοντες αὐτό. Ἔνθεν καὶ
τὸ θρηνεῖν, ἰαλεμίζειν λέγουσι. Λέγουσι δέ τινες τὸν95
5Ἰάλεμον, υἱὸν Καλλιόπης, καθ’ ὑπερβολὴν ψυχρὸν γε‐ γονότα.

4

.

40

Ἱερὸν ἡ συμβουλή ἐστιν: παροιμία ἐπὶ τῶν δεινῶν καθαρῶς συμβουλεύειν. Μέμνηται ταύτης Ἐπί‐ χαρμος.

4

.

41

Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ταύτης μέμνηται Κράτης ὁ κωμικὸς Σαμίοις. Τάττεται δὲ ἐπὶ τῶν διὰ γῆρας ῥᾳστώνης δεομένων τινὸς καὶ ἀνα‐ παύλης. Εἴρηται δὲ ἀπὸ στρατιωτικῶν ἵππων, οἷς γηρά‐
5σκουσιν ἐπέβαλλον τὸ καλούμενον τρυσίππιον· ἔστι δὲ τοῦτο σιδηροῦς τροχίσκος, (οἱονεὶ δημόσιος ὡς χαρακτὴρ τροχίσκος) ὃν ἐκπυροῦντες ἐπέβαλον ταῖς σιαγόσι τῶν ἵππων.

4

.

42

Ἱππάρχων πίναξ: ἐπεὶ παρὰ Συρακουσίοις οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα γράφοντες τῶν ἀτακτούν‐ των παρεσημειοῦντο.

4

.

43

Ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν· παρόσον ἐν Ἰλίῳ μυρία κακὰ συν‐
έβη γενέσθαι.96

4

.

44

Ἰστίᾳ θύει: ἡ παροιμία τέτακται ἐπὶ τῶν μη‐ δενὶ ῥᾳδίως μεταδιδόντων. Δι’ ἔθους γὰρ ἦν τοῖς πα‐ λαιοῖς, ὁπότε ἔθυον Ἱστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυ‐ σίας. Μέμνηται ταύτης Θεόπομπος ἐν Καπηλίσιν.

4

.

45

Καδμεία νίκη: περὶ ταύτης τῆς παροιμίας ἄλ‐ λοι ἄλλως λέγουσιν. Ἀποδιδόασι δὲ ταύτην ἐπὶ τῆς ἀλυ‐ σιτελοῦς νίκης, οἱ μὲν, ὅτι [ἐπεὶ] Ἐτεοκλῆς καὶ Πολυνεί‐ κης μονομαχοῦντες ἀμφότεροι ἀπώλοντο· οἱ δὲ, ὅτι Κα‐
5δμεῖοι νικήσαντες τοὺς Ἀργείους, τοὺς μετὰ Ἀδράστου στρατεύσαντας, δίκην ἔδοσαν ἱκανὴν τοῖς ἀπογόνοις αὐ‐ τῶν· ἄλλοι, ὅτι τὸ Σφιγγὸς αἴνιγμα συνεὶς Οἰδίπους καὶ νικήσας αὐτὴν, ἀγνοῶν ἔγημε τὴν ἑαυτοῦ μητέρα· εἶτα ἐξετύφλωσεν ἑαυτὸν, ὥστε μὴ λυσιτελῆσαι τὴν νίκην
10αὐτῷ· ἄλλοι δέ τινες, ὅτι τὰ ἐκ Φοινίκης γράμματα βουλόμενος διαδοθῆναι τοῖς Ἕλλησι Κάδμος, ἀνεῖλε Λί‐ νον καὶ αὐτὸν ἴδια γράμματα ἐπιδεικνύμενον, ὃν ἀπε‐ δίωξαν οἱ πολῖται. Διὰ τὸ μὴ λυσιτελῆσαι τοίνυν αὐτῷ τὴν νίκην, λέγεσθαι τὴν τοιαύτην παροιμίαν.

4

.

46

Κάθαμμα λύεις: παροιμία ἐπὶ τῶν δύσλυτόν τι λύειν ἐπιχειρούντων. Λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώ‐ κει περὶ τῆς κομισάσης τὸν Μίδαν ἁμάξης, εἴ τις ἐπι‐ λύσειε τὸν δεσμὸν, τοῦτον τῆς Ἀσίας ἄρξειν. Ἀλέξαν‐97
5δρος δὲ ἔλυσεν.

4

.

47

Κάμπιος δρόμος: δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες.

4

.

48

Καρπάθιος τὸν λαγών: παροιμία, «Καρπά‐ θιος τὸν λαγών.» Διὰ γὰρ τὸ μὴ εἶναι λαγὼς ἐν τῇ χώρᾳ, ἐπηγάγοντο αὐτοί· καὶ τοσοῦτοι ἐγένοντο, ὥστε τὸν σῖτον καὶ τὰς ἀμπέλους αὐτῶν ὑπ’ αὐτῶν βλαβῆναι.
5Ὁ γοῦν Ἀρχίλοχος ταύτην τὴν παροιμίαν ἔφη.

4

.

49

Κερκυραία μάστιξ: περιττήν τινα κατασκευὴν εἶχον αἱ Κερκυραῖαι μάστιγες, διὸ καὶ εἰς παροιμίαν παρ‐ ῆλθον. Οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι, εἶχον δὲ καὶ ἐλεφαντίνας κώπας καὶ τῶ μεγέθει περιτταὶ ἦσαν.
5Ὑπερηφάνους γὰρ εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶν
Ἀριστοτέλης γενέσθαι.98

4

.

50

Κερκωπίζειν: ἡ παροιμία ἀπὸ τῶν προσσαινόν‐ των τῇ κέρκῳ ζώων μετενήνεκται. Ἄμεινον δὲ ἀπὸ τῶν Κερκώπων, οὓς περὶ τὴν Λυδίαν ἱστοροῦσιν ἀπατηλοὺς σφόδρα καὶ ἀηδεῖς γενέσθαι· παρ’ ὃ καὶ ἀπολιθωθῆναι
5αὐτούς· καὶ Ἡρακλεῖ δὲ ἐνοχλήσαντας, ὅτε παρ’ Ὀμ‐ φάλῃ ἦν, κολασθῆναι [καὶ εἰς πιθήκους δὲ αὐτοὺς μετα‐ βάλλειν ὁ Ξεναγόρας φησίν.]

4

.

51

Κέσκον οἰκεῖς: πόλις Παμφυλίας ἀνοήτων. Ὅθεν καὶ παροιμία γέγονε, Κέσκον οὐκ ἔχουσα, ἐπὶ τῶν νοῦν μὴ ἐχόντων.

4

.

52

Κεστρεὺς νηστεύει: παροιμία ἐπὶ τῶν πάνυ λαιμάργων. Τοιοῦτον γάρ ἐστιν ἄπληστον ὁ κεστρεὺς, ὡς ἐκ τούτου τοὺς κεχηνότας καὶ πίνοντας κεστρεῖς ἔλε‐ γον, ὡς λαιμάργους. Ἄλλοι δὲ φασὶ τὴν παροιμίαν
5ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφα‐ γίας· νέμεται δὲ τὴν ἰλὺν ταλαιπωρῶν, ὡς φησὶν Ἀρι‐
στοτέλης περὶ ζώων.99

4

.

53

Κιλίκιος ὄλεθρος: ὁ πονηρός· πονηροὶ γὰρ οἱ Κίλικες· ἢ ὅτι λῃστείαις χρώμενοι ἐπ’ ὠμότητι διεβέ‐ βληντο. Καὶ οἱ Ἀττικοὶ δὲ τὰς πικρὰς τιμωρίας Κι‐ λικίους καλοῦσιν.

4

.

54

Καλλικυρίων πλείους: οὕτως ἐν Συρακούσαις ἐκλήθησαν οἱ ἐπεισελθόντες γεωμόροις Καλλικύριοι. Ἔν‐ θεν παροιμιωδῶς ἔλεγον, εἴ ποτε πλῆθος ἤθελον ἐμφῆ‐ ναι, ὅτι πλείους ἦσαν τῶν Καλλικυρίων. Δοῦλοι δὲ ἦσαν
5οὗτοι, καὶ τοὺς κυρίους ἐξέβαλον. Ἡ δὲ αἰτία τῆς κλή‐ σεως αὐτῶν, διὰ τὸ παντοδαποὺς εἰς ταὐτὸ συνελθεῖν, ὥστε τοῖς κυρίοις ἐγκεῖσθαι.

4

.

55

Κίνδυνος ἡ ἐν πρώρᾳ σελίς: παροιμιακόν. Οἱ γὰρ πολέμιοι τὴν πρώραν εὐθέως ἐφάλλοντες κατέ‐ χουσι. Σελὶς δὲ ἡ καθέδρα.

4

.

56

Κόραξ ὑδρεύει: παροιμία ἐπὶ τῶν δυσχερῶς τι‐ νὸς τυγχανόντων.

4

.

57

Καὶ κόρκορος ἐν λαχάνοις: κόρκορον Πελο‐ ποννήσιοι φασὶν εἶναι λάχανόν τι τῶν εὐτελῶν ἄγριον· διὸ
καὶ ἡ παροιμία.100

4

.

58

Κοροίβου ἠλιθιώτερος: εὐήθης καὶ μωρός. Ἐπὶ γὰρ τοῦ μωραίνοντος ἔταττον τὸν Κόροιβον ἀπό τινος Κοροίβου μωροῦ, ὃν οἴονται τὸν Μύγδονος εἶναι παῖδα τοῦ Φρυγὸς, κατὰ τὰ Τρωϊκὰ γενόμενον. Τινὲς
5δὲ τοῦτον ἀναίσθητον φασὶ γεγονέναι, ὡς καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν.

4

.

59

Κορυδέως εἰδεχθέστερος: οὗτος ὁ Κορυδεὺς ἐπὶ δυσμορφίᾳ ἐκωμῳδεῖτο, καὶ οἱ παῖδες αὐτοῦ, ὧν ἕνα τὸν Ἀρχέστρατον φασίν.

4

.

60

Κορώνη τὸν σκορπίον: παροιμία ἐπὶ τῶν δυσ‐ χερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων· ἐλλειπτικὴ δέ ἐστι· λείπει γὰρ τὸ, ἥρπασε. Καὶ γὰρ ἁρπασθεὶς ὁ σκορ‐ πίος οὐκ ἔλαττον ἔδρασεν, ἐμβαλὼν τῷ κέντρῳ τὸν ἰὸν,
5ἤπερ ἔπαθε.

4

.

61

Κουρήτων στόμα: ἐδόκουν γὰρ εἶναι οὗτοι μάν‐ τεις· οἷον, Θεσπιῳδὸν στόμα.

4

.

62

Κρητίζειν: ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν ἔτατ‐ τον τὴν λέξιν, καὶ φασὶν ἀπὸ τοῦ Ἰδομενέως τοῦ Κρητὸς τὴν παροιμίαν διαδοθῆναι. Λέγεται γὰρ διαφορᾶς ποτὲ
γενομένης τοῖς ἐν Τροίᾳ Ἕλλησιν περὶ τοῦ μείζονος, καὶ101
5πάντων προθυμουμένων τὸν συναχθέντα χαλκὸν ἐκ τῶν λαφύρων πρὸς ἑαυτοὺς ἀποφέρεσθαι, γενόμενον κριτὴν τὸν Ἰδομενέα, καὶ λαβόντα παρ’ αὐτῶν τὰς ἐνδεχομένας πίστεις ἐφ’ ᾧ κατακολουθῆσαι τοῖς κριθησομένοις, ἀντὶ πάντων τῶν ἀριστέων ἑαυτὸν προτάξαι. Διὸ λέγεσθαι
10τὸ Κρητίζειν.

4

.

63

Κριὸς τροφε’ ἀπέτισεν: ἡ παροιμία ἐπὶ τῶν ἀχαρίστων, ἐπεὶ τὰς φάτνας πλήττουσιν οἱ κριοί. Λέ‐ γεται γὰρ ὡς εἴρηται ἐπὶ τῶν ἀχαρίστων τοῖς εὖ προσδια‐ τεθεῖσι, Κριὸς τὰ τροφεῖα. Καὶ γὰρ τοὺς κριοὺς
5ἐκτραφέντας τύπτειν τοὺς θρέψαντας καὶ ἔτι τρέφοντας. Μέμνηται αὐτῆς Μένανδρος.

4

.

64

Κίσσαμις Κῷος: οὗτος ἦν πολυθρέμματος· τού‐ τῳ φασὶν ἔγχελυν ἐπιφαινομένην κατ’ ἔτος τὸ κάλλιστον τῶν προβάτων ἁρπάζειν, καὶ τὸν Κίσσαμιν ἀνελεῖν αὐ‐ τήν· φαινομένην δὲ αὐτῷ κατ’ ὄναρ, κελεῦσαι καταθά‐
5ψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι.

4

.

65

Κανθάρου σοφώτερος: ἡ παροιμία εἴρηται ἐπὶ τῶν πονηρῶν καὶ κακούργων· ἐπειδή τις Ἀθήνησι κά‐ πηλος Κάνθαρος καλούμενος, ἐπὶ πονηρίᾳ καὶ προδοσίᾳ θανάτου ἐζημιώθη· [οἱ δὲ κάπηλον ὄντα φασὶν ἀπερι‐
5σκέπτως ἐπιθέσθαι τυραννίδι καὶ ἀπολέσθαι. Οἱ δὲ παρὰ τὸ ζῶον, παρόσον κάνθαρος ἐγκυλίων ἑαυτὸν τῇ κόπρῳ καὶ ἐπὶ τὴν καλιὰν ἀνερχόμενος τοῦ ἀετοῦ ἐκκυλίει αὐ‐ τοῦ τὰ ὠά.]102

4

.

66

Κωφότερος κίχλης: ταύτης Εὔβουλος ἐν Διο‐ νυσίῳ μέμνηται. Φασὶ γὰρ κωφεύειν τὸ ζῶον.

4

.

67

Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν: ταύτης μέμνηται Καλλίας ἐν Ἀταλάντῃ.

4

.

68

Κωφότερος τοῦ Τορωναίου λιμένος: λιμήν ἐστι περὶ Τορώνην τῆς Θρᾴκης· στενὰς δὲ ἔχει καὶ μα‐ κρὰς τὰς ἀπὸ τοῦ πελάγους κατάρσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάττης ἦχον.

4

.

69

Κρωβύλου ζεῦγος: παροιμία ἐπὶ τοῖς ὑπερβαλ‐ λούσῃ πονηρίᾳ κεχρημένοις ταττομένη. Μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ τινὸς Κρωβύλου, ἑταίρας κτησαμένου δύο, ὡς μὴ μόνον ἐπὶ ταύταις πολλοὺς τῶν νέων λυμαί‐
5νεσθαι, ἀλλὰ καὶ ἐξ ὧν ἔκλεπτεν [ἐλυμαίνετο]. Τοὺς
οὖν ἴσους τῇ ἐκείνου πονηρίᾳ ὡς δύνασθαι συζευχθῆναι αὐτῷ Κρωβύλου ζεῦγος ἔλεγον. Ἢ διὰ τὸ εἶναι δύο τὰς ἑταίρας.103

4

.

70

Κύδος: λοιδορία, κακολογία. Καὶ Κυδάζειν τὸ λοιδορεῖν καὶ κακολογεῖν. Ἡ δὲ πρώτη συλλαβὴ βρα‐ χέως ἐκφέρεται. Καὶ ὅταν λοιδορίαν ἐκτίσῃ τὶς ἐπὶ μη‐ δενὶ ἀξίῳ συκοφαντουμένοις, παροιμιωδῶς λέγεται Κύ‐
5δους ἐκτετικέναι.

4

.

71

Κυζικηνοὶ στατῆρες: διεβεβόηντο οὗτοι ὡς εὖ κεχαραγμένοι. Πρόσωπον δὲ ἦν γυναικεῖον ὁ τύπος Μη‐ τρὸς θεῶν· ἐπὶ δὲ θατέρου, προτομὴ λέοντος.

4

.

72

Κυθωνύμου αἶσχος: αἰσχρὸν κλέος ἔχοντος· ἢ οὗ ἄν τις ἐπικρύψειε τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις, ἢ δυσωνύμου, ἢ περιβοητοῦ περὶ τὰς πράξεις, ἢ ἀξίου κεκρύφθαι.

4

.

73

Κύων ἐπὶ δεσμ: παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων· καὶ, Βοῦς ἐπὶ δεσμ.

4

.

74

Κῷος Χί: ὁ Κῷος ἀστράγαλος ἠδύνατο ἕξ. Παροιμία δέ ἐστι Χῖος πρὸς Κῷον. Ὁ μὲν γὰρ Χῖος ἠδύνατο ἓν, ὁ δὲ Κῷος ἕξ.

4

.

75

Κωρυκαῖος ἠκροάζετο: ταύτης Μένανδρος μέ‐ μνηται ἐν τῷ Ἐγχειριδίῳ. Πειραταὶ γὰρ περὶ Κώρυκον
τῆς Παμφυλίας ἦσαν, καί τινες τῶν ἐκ Κωρύκου συμ‐ πράττοντες αὐτοῖς περιειργάζοντο τῶν πλεόντων τὰ φορτία104
5καὶ τὸν καιρὸν καθ’ ὃν μέλλοιεν πλεῖν, καὶ τοῖς πειρα‐ ταῖς ἐμήνυον. Τοῦτο μαθόντες οἱ ἔμποροι, ἔκρυπτον τὰ πολλά. Ἐπεὶ δὲ καὶ οὕτω τοῖς πειραταῖς ἐγεγόνει, ἐκρά‐ τησεν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράτ‐ τεσθαι, εἰς γνῶσιν δὲ ἐρχομένων.

4

.

76

Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν: Πεισίστρα‐ τος, ὡς φασὶν, ὁ τύραννος δεκάτην τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. Παριὼν δέ ποτε, καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ τόπους λιθώδεις, ἤρετο
5τὸν πρεσβύτην, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρ‐ πούς· ὁ δὲ ἀπεκρίνατο, Ὀδύνας καὶ σφακέλους, καὶ τού‐ των δεκάτην Πεισίστρατος φέρει. Θαυμάσας δὲ ὁ Πεισί‐ στρατος τὴν παῤῥησίαν αὐτοῦ τῆς δεκάτης ἀτέλειαν ἔδωκε. Καὶ ἐκ τούτου οἱ Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήσαντο.

4

.

77

Κύρβεις κακῶν: Κύρβεις καλοῦνται παρὰ τοῖς Ἀθηναίοις σανίδες τρίγωνοι, ἐν αἷς τοὺς νόμους ἀνέγρα‐ φον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας. Ἐπὶ τοί‐ νυν τῶν σφόδρα πονηρευομένων ἡ παροιμία εἴρηται.

4

.

78

Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν:
αὕτη παρῆλθεν ἐκ χρησμοῦ Σιβύλλης τῆς Ἐρυθραϊκῆς. Περὶ γὰρ Φιλίππου μαντευομένη μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τὸ ἔπος εἶπεν. Ἐπειδὴ οἱ μὲν Ἀθηναῖοι καὶ οἱ105
5Θηβαῖοι ἡττηθέντες ἀπώλοντο, Φίλιππος δὲ νικήσας μετὰ τὴν μάχην εὐθὺς ὑπὸ Παυσανίου διεφθάρη.

4

.

79

Κοινὰ τὰ φίλων: Τίμαιος φησὶν ὅτι προσιόντας Πυθαγόρᾳ μαθητὰς περὶ τὴν Ἰταλίαν ἔπειθεν ὁ φιλό‐ σοφος κοινὰς τὰς οὐσίας ποιεῖσθαι. Ὅθεν εἰς παροιμίαν ἡ συμβουλὴ τοῦ Πυθαγόρα ἦλθεν.

4

.

80

Κέλμις ἐν σιδήρ: αὕτη τάττεται ἐπὶ τῶν σφό‐ δρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυσχείρωτοι πεφύκασι. Κέλμις γὰρ εἷς τῶν Ἰδαίων Δακτύλων τὴν μητέρα Ῥέαν ὑβρίσας, καὶ μὴ ὑποδεξάμενος *** ὑπὸ
5τῶν ἀδελφῶν εὐμενῶς ἐν τῇ Ἴδῃ, ἀφ’ οὗ ὁ στερεώτατος ἐγένετο σίδηρος. Μέμνηται τῆς ἱστορίας Σοφοκλῆς ἐν Σατύροις.

4

.

81

Κάκιον Βάβυς αὐλε: τάττουσι ταύτην ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων. Φασὶ δὲ ὅτι ὁ Βάβυς ἀδελ‐ φὸς ἦν Μαρσύου, ὃν Ἀπόλλων ὑπερτενῆ κρεμάσας ἐκ
πίτυος ἐξέδειρεν, ἐρίσαντα αὐτῷ περὶ μουσικῆς. Βουλό‐106
5μενος δὲ καὶ τὸν Βάβυν ἀνελεῖν, Ἀθηνᾶς ὑποθεμένης, ὡς ἀφυῶς τῷ αὐλῷ χρᾶται, ἀφῆκεν αὐτόν. Ὅθεν εἰς παροιμίαν προήχθη, ὅτι Κάκιον Βάβυς αὐλε.

4

.

82

Κακοῦ κόρακος κακὸν ὠόν: τὴν παροιμίαν ταύτην οἱ μὲν ἀπὸ τοῦ πτηνοῦ ζώου φασὶν εἰρῆσθαι, ὅτι οὔτε αὐτὸς βρωτός ἐστιν, οὔτε τὸ ὠὸν ὃ ἔχει. Οἱ δὲ, ἀπὸ Κόρακος τοῦ Συρακουσίου ῥήτορος, πρώτου διδά‐
5ξαντος τέχνην ῥητορικήν. Ὑπὸ γὰρ τούτου, ὡς φασί, μαθητὴς Τισίας ὀνόματι μισθὸν ἀπαιτούμενος καὶ εἰσ‐ αγόμενος εἰς τὸ δικαστήριον, εἶπε πρὸς τὸν Κόρακα· Εἰ μέν με νικήσεις, ὦ Κόραξ, οὐδὲν μεμάθηκα, καὶ οὐ λήψῃ τί· εἰ δ’ ἡττηθήσῃ, οὐ κομιῇ τὸν μισθὸν ὡσαύ‐
10τως. Θαυμάσαντες οὖν οἱ δικασταὶ τὸ σόφισμα τοῦ νεανίσκου ἐπεφώνησαν, Κακοῦ κόρακος κακὸν ὠόν. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρῶν πονηρὰ ποι‐ ούντων.

4

.

83

Κυθνώλεις συμφορα: τοῦτο εἰς παροιμίαν ἦλθε διὰ τὰ Κυθνίοις συμβάντα. Φησὶ γὰρ Ἀριστοτέ‐ λης οὕτως κακῶς αὐτοὺς διατεθῆναι ὑπὸ Ἀμφιτρύωνος, ὥστε τὰς μεγάλας συμφορὰς Κυθνώλεις καλεῖσθαι.

4

.

84

Λαγὼς καθεύδων: παροιμία ἐπὶ τῶν προσποι‐
ουμένων καθεύδειν.107

4

.

85

Λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχων: δειλὸν ἄγαν τὸ ζῶον· ὅθεν καὶ Ῥηγῖνος λαγὼς ἐλέχθη, καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. Παροιμία δέ τις ἐστὶν, Ὁ λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχει,
5ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων τασσομένη.

4

.

86

** Λέρνη κακῶν: παροιμία τίς ἐστιν Ἀργολικὴ, ἣν ἀποδιοπομπούμενοι ἔλεγον. Τὰ γὰρ ἀποκαθάρματα εἰς τοῦτο τὸ χωρίον ἐνέβαλλον, *** διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν ὄχλον ἔχειν. Ἀκριβέστερον δ’ ἄν
5τις τὴν παροιμίαν φαίη ἀπό τινος ἱστορίας διαδεδόσθαι. Δαναὸς γὰρ ἱστορεῖται τὰς τῶν Αἰγυπτιαδῶν κεφαλὰς αὐτόθι καταθεῖναι· καὶ ἐξ ἐκείνου τοῦ παρανομήματος ἡ παροιμία ἐλέχθη. Ἴσως δὲ καὶ εἰς ὕβριν αὐτῶν ὁ Δα‐ ναὸς ἐκελεύσατο ἐκεῖ τὰ καθάρσια βάλλεσθαι. [ἢ ἀπὸ τῆς
10ὕδρας τῆς πολυκεφάλου ἐν αὐτῇ γενομένης.]108

4

.

87

Λευκηπατίας: Κλέαρχος ἐν τῷ περὶ Βίων φησὶ συμβαίνειν τὶ περὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ· εἰρῆσθαι οὖν ἐπὶ τῶν τοιούτων τὴν παροιμίαν.

4

.

88

Λεσβίων ἀξία: παροιμία ἐπὶ τῶν ἀπράκτων.

4

.

89

Λευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων ἡ παροιμία ἐλέγετο, Ἐν λευκῷ λίθῳ λευκὴ στάθμη. Ἐν γὰρ τοῖς λευκοῖς λίθοις λευκαὶ στάθμαι οὐδὲν δύναν‐ ται δεικνύναι, καθάπερ ἡ διὰ τῆς μίλτου. Στάθμη δὲ
5ἐστὶ σπάρτος τεκτονική.

4

.

90

Λήθαργος κύων: ὁ προσσαίνων μὲν, λάθρα δὲ δάκνων. Καὶ τῶν ἵππων οἱ νωθροὶ λαίθαργοι. Καὶ πάθος τι σὺν πυρετῷ.109

4

.

91

Λήμνιον κακόν: παροιμία, ἣν διαδοθῆναι φα‐ σὶν ἀπὸ τῶν παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν. Ἢ διὰ τὸ τὰς ἁρπαγείσας ὑπὸ Πε‐ λασγῶν ἐκ τῆς Ἀττικῆς γυναῖκας εἰς Λῆμνον ἀπαχθῆναι·
5ἃς ἀποτεκούσας τρόπους τε τῶν Ἀθηναίων διδάξαι τοὺς παῖδας καὶ γλῶτταν· τούτους δὲ τιμωρεῖν ἀλλήλοις καὶ τῶν ἐκ τῶν Θρᾳσσῶν γεγενημένων ἐπικρατεῖν· τοὺς δὲ Πελασγοὺς ἐπὶ τούτῳ ἀχθομένους κτεῖναι αὐτοὺς καὶ τὰς μητέρας αὐτῶν. Ἢ διὰ τὴν δυσωδίαν τῶν Λημνιάδων
10γυναικῶν τὴν παροιμίαν διαδοθῆναι. Λημνίᾳ χειρ: ὠμῇ καὶ παρανόμῳ, ἀπὸ τῆς παρανομίας αὐτῶν.

4

.

92

Λούσαιο τὸν Πελίαν: αὕτη ἡ παροιμία παρ‐ ήχθη ἐκ τῶν συμβεβηκότων τῷ Πελίᾳ· ὃν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ
Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπα‐110
5νηθέντα ἀπώλεσαν. Πελίας γὰρ Ἰωλκοῦ ἐβασίλευσεν, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονο‐ σάνδαλον φυλάξασθαι. Τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμὸν, αὖθις δὲ ὕστερον ἐπέγνω. Τελῶν γὰρ τῷ Πο‐ σειδῶνι θυσίαν, ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν
10Ἰάσονα μετεπέμψατο. Ὁ δὲ ἐν τοῖς χωρίοις διατελῶν ἔσπευδεν ἐπὶ τὴν θυσίαν. Διαβαίνων δὲ ποταμὸν Ἄναυ‐ ρον, ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ὕδατι πέδιλον. Θεασάμενος δὲ Πελίας αὐτὸν, καὶ τὸν χρησμὸν συμβαλὼν ἠρώτα προσελθὼν, Τί ἂν ἐποιήσας
15ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν σοι πρός τινος φονευθήσε‐ σθαι τῶν πολιτῶν; Ὁ δὲ, Τὸ χρυσόμαλλον δέρας, ἔφη, προσέταττον ἂν φέρειν αὐτῷ. Τοῦτο Πελίας ἀκούσας, εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν ἐκέλευσεν αὐτόν. Τοῦτο δὲ ἐν Κόλχοις ἦν Ἄρει ἀνατεθειμένον· ἐφρουρεῖτο δὲ ὑπὸ
20δράκοντος ἀΰπνου. Ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων, ναῦν κατεσκεύασε πεντηκόντορον, τὴν οὕτω κληθεῖσαν Ἀργὼ, ἀπὸ τοῦ ταύτην τεκτηναμένου Ἄργου. Καὶ τοὺς ἀρί‐ στους τῆς Ἑλλάδος συναθροίσας ἀπέπλευσε. Καταλαβὼν δὲ εἰς Κόλχους Αἰήτην παρεκάλει τὸν τῆς Κολχικῆς βα‐
25σιλεύοντα γῆς δοῦναι τὸ δέρας αὐτῷ. Τοῦ δὲ ἀπαρνου‐ μένου τὴν δόσιν, Μήδεια ἡ τούτου θυγάτηρ ἔρωτα ἴσχει Ἰάσονος, καὶ αὐτῷ ἐπαγγέλλεται τὸ δέρας ἐγχειρίσασθαι, εἰ ὀμόσει αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. Ὀμόσαντος δὲ Ἰάσονος, νυκτὸς ἐπὶ τὸ δέρας
30Μήδεια τοῦτον ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις, μετὰ Ἰάσονος ἔχουσα τὸ δέρας ἐπὶ τὴν Ἀργὼ παραγίνεται. Συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. Οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθη‐ σαν. Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμημένα,
35ὥρμησε τὴν ναῦν διώκειν. Ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια, τὸν ἀδελφὸν φονεύει, καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. Συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παι‐ δὸς μέλη τῆς διώξεως ὑστέρησεν. Ὑποστρέψας οὖν ὁ
Ἰάσων εἰς Ἰωλκὸν, τὸ μὲν δέρας Πελίᾳ δίδωσι, περὶ ὧν111
40δὲ ἠδικήθη μετελθεῖν ἐθέλων, παρεκάλει Μήδειαν ὅπως Πελίας αὐτῷ δίκας ὑφέξει. Ἡ δὲ πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα καθεψῆσαι, ὑποσχομένη ποιῆσαι νέον. Καὶ τοῦ πιστεῦσαι χάριν, κριὸν μελίσασα καὶ καθεψή‐ σασα, ἐποίησεν ἄρνα. Αἱ δὲ πιστεύσασαι τὸν πατέρα
45εἰς λέβητα ζέοντα ἐμβαλοῦσαι καθέψουσιν. Ἐλούσαντο δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. Μάγαν μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θεόγος λουόμενον καθήψησε, ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. Μίνῳ δὲ τῷ Κρητῶν βασιλεῖ αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν

4

.

92

(50)

πίσσαν. Δαίδαλον γὰρ σὺν Ἰκάρῳ τῷ παιδὶ καθεῖρξε Μίνως ἐν τῷ Λαβυρίνθῳ, δι’ ὅπερ εἰργάσατο μύσος ἐπὶ τῷ τῆς Πασιφάης ἔρωτι τῷ πρὸς τὸν ταῦρον. Ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ, ἐξῆλθε τοῦ Λαβυρίνθου, καὶ ἀναπτάμενος ἔφυγε σὺν Ἰκάρῳ. Ἰκά‐
55ρου μὲν οὖν μετεωρότερον φερομένου, καὶ τῆς κόλλης ὑπὸ τοῦ ἡλίου τακείσης, αἱ πτέρυγες διελύθησαν. Καὶ οὗτος μὲν εἰς τὸ ἀπ’ ἐκείνου κληθὲν Ἰκάριον πέλαγος καταπίπτει, Δαίδαλος δὲ διασώζεται. Ὁ Μίνως οὖν ἐδίωκε Δαίδαλον, καὶ καθ’ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον,
60καὶ πολὺν ὑπισχνεῖτο δοῦναι μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. Ἐλθὼν δὲ εἰς Κώκαλον, παρ’ ᾧ Δαίδαλος ἐκρύπτετο, δεί‐ κνυσι τὸν κοχλίαν. Ὁ δὲ λαβὼν, ἐπηγγέλλετο διείρειν, καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον, καὶ
65τρήσας τὸν κοχλίαν, εἴασε δι’ αὐτοῦ διελθεῖν. Λαβὼν δὲ Μίνως τὸν λίνον διειρμένον, ἤσθετο εἶναι παρ’ ἐκείνῳ τὸν Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχό‐ μενος δώσειν, ἐξένισεν αὐτόν. Ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἀνῃρέθη, ζέουσαν πίσσαν ἐπι‐
70χεαμένων αὐτῷ.112

4

.

93

Λιμοῦ πεδίον: αὕτη τάττεται ἐπὶ τῶν ὑπὸ λι‐ μοῦ πιεζομένων πόλεων· τόπος γάρ ἐστιν οὕτω καλούμε‐ νος. Καὶ λέγουσιν ὅτι λιμοῦ ποτὲ κατασχόντος, ἔχρησεν ὁ θεὸς ἱκετηρίαν θέσθαι καὶ τὸν Λιμὸν ἐξιλεώσασθαι.
5Οἱ δὲ Ἀθηναῖοι ἀνῆκαν αὐτῷ τὸ ὄπισθεν τοῦ πρυτα‐ νείου πεδίον.

4

.

94

Λιμῷ Μηλί: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκω‐ σαν Μηλίους πολιορκοῦντες ἐν λιμῷ, ὡς Θουκυδίδης ἐν τῇ ε.

4

.

95

Λίνδιοι τὴν θυσίαν: παροιμία ἐπὶ τῶν δυσ‐ φήμως ἱερουργούντων. Ἀπὸ Ἡρακλέους ἐν Λίνδῳ βοῦν ἀποσπάσαντος γεωργοῦ καὶ θοινησαμένου, τοῦ δὲ γεωργοῦ λοιδορουμένου αὐτόν. Ὅθεν καὶ Λίνδιοι κατὰ χρησμὸν
5οὕτω θύουσιν Ἡρακλεῖ λοιδορούμενοι.

4

.

96

Λίνον λίνῳ συνάπτεις: παροιμία ἐπὶ τῶν τὰ
αὐτὰ πρασσόντων.113

4

.

97

Λοκρῶν σύνθημα: παροιμία· τάττεται δὲ ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς τοὺς Πελοποννησίους προδόντες μετὰ τῶν Ἡρακλει‐ δῶν ἐγένοντο. Ἀναβιβάζει δὲ τοὺς χρόνους. Οἱ δὲ, ὅτι
5τοὺς Σικελοὺς ἠπάτησαν παραλογισάμενοι.

4

.

98

Λυδὸς τὴν θύραν ἔκλεισεν: παροιμία ἐπὶ τῶν μωροκλεπτῶν.

4

.

99

Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνης τῆς *** ἀπὸ Ἀπόλλωνος ἐτίθει, καὶ τόπου. Προπερισπωμένως δέ. Ἦσαν δὲ αἱ ἀναδοθεῖσαι κρῆναι, ἡ μὲν οἴνου, ἡ δὲ μέ‐ λιτος, ἐν αἷς συνέβαινε τὰ πτηνὰ προσίζειν καὶ τοξεύε‐
5σθαι.

4

.

100

Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν ἀσχολουμένων περί τι μάτην. Καὶ γὰρ ὁ λύκος ἄπρακτος
περίεισιν, ὅταν διψήσῃ, μὴ δυνάμενος δὲ πιεῖν, τὸ φρέαρ περιέρχεται. Ἀλλὰ καὶ διώκοντος αὐτοῦ τὶ, ἐὰν τὸ διω‐114
5κόμενον ἐμπέσῃ εἰς φρέαρ, περίεισι καὶ τηνικαῦτα τὸ φρέαρ μηδὲν ἀνύων.

5

.

1

Λυδὸς καπηλεύει: φασὶ Κύρον περιγενόμενον τῶν Λυδῶν προστάξαι αὐτοῖς καπηλεύειν, καὶ μὴ κεκτῆ‐ σθαι ὅπλον, ἀλλὰ ποδήρεις ἀμφιέννυσθαι χιτῶνας· καὶ οὕτως εἰς θῆλυ μᾶλλον μεταῤῥυθμισθέντας τοὺς Λυδοὺς
5ἀγοραίους γενέσθαι καπήλους.

5

.

2

Λύκου δεκάς: παροιμιῶδες. Ἐπειδὴ Λύκος ὁ ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων, ἔνθα οἱ δωροδοκοῦντες καὶ συκοφάνται κατὰ δέκα γενόμενοι συνεστρέφοντο. Ἀφώ‐
5ριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας.

5

.

3

Λυδῶν καρύκας: παροιμία· Μήτε μοι Λυδῶν καρύκας, μήτε μαστίγων
ψόφου
ς. Ἔστι δὲ ἡ καρύκη βρῶμα Λύδιον ἐκ πολλῶν ἡδυσμάτων
115
5συνεστὸς καὶ αἵματος· ὡς Φερεκράτης· Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.

5

.

4

Λοκροὶ τὰς συνθήκας: παρὰ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις, ὥς φασιν, ἐγένετο Ζάλευκος νομοθέτης· ὃς νόμον ἔθηκε, συγγραφὴν ἐπὶ τῶν δανεισμάτων μὴ γίνεσθαι. Ὅθεν πολλῶν ἀρνουμένων τὰ συναλλάγματα,
5ἐπὶ τῶν ψευδομένων ἡ παροιμία ἐκράτησεν.

5

.

5

Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν ἡ παροιμία τέτακται. Οἱ Λοκροὶ γὰρ ἀποροῦντές ποτε βοὸς πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχη‐ ματίσαντες βοῦν, οὕτω τὸ θεῖον ἐθεράπευσαν.

5

.

6

Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται: ὁ Ἑρ‐ μόδωρος ἀκροατὴς γέγονε Πλάτωνος, καὶ τοὺς ὑπ’ αὐ‐ τοῦ συντεθειμένους λογισμοὺς κομίζων εἰς Σικελίαν, ἐπώ‐ λει. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία.

5

.

7

Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. Κρατῖνος· Ὡς ἄνω τὴν μασχάλην αἴρειν ** καταμωκωμένους ταῖς χερσίν. Οἱόν ἐστι τὸ παρ’ Ὁμήρῳ, Χεῖρας ἀνασχόμενοι.116

5

.

8

Μεγαρέων δάκρυα: αὕτη τέτακται ἐπὶ τῶν πρὸς βίαν δακρυόντων, καὶ μὴ ἐπὶ οἰκείῳ πάθει. Λέ‐ γουσι γὰρ, Βάκχιόν τινα Κορίνθιον γῆμαι τὴν Κλυτίου τοῦ Μεγαρέων βασιλέως θυγατέρα· ἧς ἀποθανούσης, ἀναγ‐
5κασθῆναι τοὺς Μεγαρέας ὑπὸ τοῦ Κλυτίου πέμπειν [ν] παρθένους καὶ ἠϊθέους εἰς Κόρινθον τοὺς μέλλοντας αὐτοῦ τὴν θυγατέρα καταθρηνήσειν. Οἱ δέ φασιν, ὅτι πλεῖστα δοκεῖ φύεσθαι ἐν τῇ Μεγαρέων σκόροδα· ἔνθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν προσποιητῶς δακρυόντων,
10παρόσον οἱ ἐμπιπλάμενοι τῶν σκορόδων ἀποδακρύουσι συν‐ εχῶς ὑπὸ τῆς δριμύτητος. Ὅθεν τὰ μὴ ἐκ παθῶν μη‐ δὲ ἐκ βάθους δάκρυα, ἀλλ’ ἐξ ἐπιπολῆς, Μεγαρέων
δάκρυα ἔλεγον.117

5

.

9

Μετὰ Λέσβιον ᾠδόν: παροιμία ταττομένη ἐπὶ τοῖς τὰ δεύτερα φερομένοις, ἐξ αἰτίας τοιᾶσδε· Λακεδαι‐ μόνιοι στασιάζοντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον· ἐλθὼν δὲ
5ἐκεῖνος, καὶ τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. Εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἐπεφώνουν, Μετὰ Λέσβιον ᾠδόν. Μέμνηται τῆς παροιμίας ταύ‐
της Κρατῖνος ἐν Χείρωσι.118

5

.

10

Μὴ σύ γε μελαμπύγου τύχοις: μή τινος ἀν‐ δρείου καὶ ἰσχυροῦ τύχοις. Παροιμία δέ ἐστιν ἐντεῦθεν· Θείας τῆς Ὠκεανοῦ θυγατρὸς ἐγένοντο παῖδες δύο· οὗτοι τοὺς παριόντας βιαζόμενοι ἠδίκουν. Ἡ δὲ μήτηρ αὐτοῖς
5παρῄνει μηδὲν ἄδικον ποιεῖν, ἵνα μή τινος μελαμπύγου τυχόντες δίκην δώσουσιν. Ἐφίσταται οὖν αὐτοῖς Ἡρα‐
κλῆς, καὶ τοὺς πόδας αὐτῶν συνδήσας πρὸς ἀλλήλους καὶ τῆς λεοντῆς ἐξαρτήσας κάτω † ἄρας ἐπέθηκε τοῖς ὤμοις αὐτοῦ· οἱ δὲ δασύτητα περὶ τὴν πυγὴν τοῦ Ἡρακλέους119
10ὁρῶντες ἐγέλων, ἀναμνησθέντες τῆς μητρός. Πυθόμενος δὲ Ἡρακλῆς τὴν αἰτίαν τοῦ γέλωτος ἥσθη καὶ ἀπέλυσεν αὐτούς.

5

.

11

Μία λόχμη οὐ τρέφει δύο ἐριθάκους: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων. Ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον.

5

.

12

Μία χελιδὼν ἔαρ οὐ ποιε: παροιμιωδῶς τοῦτο, ὅτι Μία χελιδὼν ἔαρ οὐ ποιε. Βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα οὐκ ἐᾷ εἰς γνῶσιν ἐμβαλεῖν ἢ εἰς
ἀμαθίαν.120

5

.

13

Μωρότερος εἶ Μορύχου: αὕτη ἡ παροιμία λέγεται παρὰ τοῖς Σικελιώταις ἐπὶ τῶν εὔηθές τι δια‐ πρασσομένων, ὥς φησι Πολέμων ἐν τῇ πρὸς Διόφιλον ἐπιστολῇ. Λέγεται δὲ οὕτως· Μωρότερος εἶ Μορύ‐
5χου, ὃς τὰ ἔνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθη‐ ται. Μόρυχος δὲ Διονύσου ἐπίθετον, ἀπὸ τοῦ τὸ πρόσω‐ πον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις· μορύξαι γὰρ τὸ μολῦναι. Καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον
10ἔξω τοῦ νεὼ τὸ ἄγαλμα αὐτοῦ ἐστι, παρὰ τῇ εἰσόδῳ ἐν ὑπαίθρῳ. Κατεσκεύασται δὲ ἀπὸ φελλάτα καλουμένου λίθου ὑπὸ Σιμμίου τοῦ Εὐπαλάμου.

5

.

14

Μύλλος πάντα ἀκούων: αὕτη τέτακται ἐπὶ τῶν κωφότητα προσποιουμένων καὶ πάντα ἀκουόντων. Μέ‐ μνηται αὐτῆς Κρατῖνος ἐν Κλεοβουλίναις. Ἔστι δὲ καὶ κωμῳδιῶν ποιητὴς ὁ Μύλλος.121

5

.

15

Μυσῶν λεία: παροιμία ἐπὶ τῶν κακῶς διαρπαζο‐ μένων. Οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο, ἕως ἦσαν ἄναρχοι. Ἐκεῖθεν οὖν ἐλέ‐ γετο ἡ Μυσῶν λεία.

5

.

16

Μᾶλλον ὁ Φρύξ: συναγαγὼν ὁ Κροῖσος, ὥς φασι, τοὺς σοφοὺς, ἠρώτα, τίνα εἰδεῖεν εὐδαιμονέστατον. Ἄλλου δὲ ἄλλον λέγοντος Αἴσωπος ὁ Φρὺξ, ὁ μυθο‐ ποιὸς, τοσοῦτον ἔφη τὸν Κροῖσον τῶν ἄλλων ὅσον καὶ
5τὴν θάλατταν τῶν ποταμῶν προέχειν. Ἀκούσας δὲ ὁ Κροῖσος, εἶπε· Μᾶλλον ὁ Φρύξ.

5

.

17

Μία Μύκονος: Νηλεὺς προσέταξε τοῖς ἑαυτοῦ παισὶν, Ἡγήτορι καὶ Ἱπποκλεῖ, τὰς νήσους καταστρέψα‐ σθαι. Χειρωσαμένου δὲ πολλὰς τοῦ Ἡγήτορος, Ἱππο‐ κλέους δὲ μίαν τὴν Μύκονον, βουλομένου δὲ πασῶν ἔχειν
5τὸ μέρος, πέμψαντες ἠρώτησαν κοινῇ τὸν θεὸν, τίνες
εἶεν τοῦ Ἡγήτορος νῆσοι· ὁ δὲ εἶπε, Μία Μύκονος.122

5

.

18

Μὴ κίνει Καμάριναν: φασὶν εἶναι λίμνην τῇ πόλει τῇ Καμαρίνῃ, ὁμώνυμον ταύτῃ, ἣν οἱ Καμαριναῖοι, μετοχετεῦσαι εἰς τὸ πεδίον βουλόμενοι, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ εἶπε, Μὴ κίνει Καμάριναν. Οἱ δὲ παρακούσαντες
5τοῦ χρησμοῦ ἐβλάβησαν. Κἀκεῖθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν βλαβερῶς τι ποιεῖν ἑαυτοῖς μελλόντων. Τινὲς δέ φασι φυτὸν δυσῶδες εἶναι τὴν καμάριναν, οὗ τοὺς κλά‐ δους διασειομένους ἀηδέστερον ὄζειν.

5

.

19

Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τι‐ νος χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνια‐
5τῶν. Τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη.

5

.

20

Μέγα φρονεῖ μᾶλλον, ἢ Πηλεὺς ἐπὶ τῇ μα‐ χαίρ: μέμνηται ταύτης Ἀνακρέων, καὶ Πίνδαρος ἐν Νε‐ μεονικαῖς. Φασὶ δὲ αὐτὴν ὑπὸ Ἡφαίστου γενομένην δῶ‐ ρον Πηλεῖ σωφροσύνης ἕνεκα παρὰ θεῶν δοθῆναι, ᾗ χρώ‐123
5μενος πάντα κατώρθου καὶ ἐν ταῖς μάχαις καὶ ἐν ταῖς θήραις.

5

.

21

Μυκώνιος γείτων: αὕτη τέτακται ἐπὶ τῶν δια‐ βεβλημένων ἐπὶ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν σμικρότητα τῆς Μύκωνος νήσου καὶ εὐτέλειαν.

5

.

22

Μῆλον Ἡρακλῆς: Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδιάζουσά τις θυσία. Τοῦ γὰρ βοός ποτε ἐκφυγόντος, ὃν ἔμελλον
τῷ Ἡρακλεῖ προσάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑπο‐124
5θέντας τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι.

5

.

23

Μερὶς οὐ πνίγει: Δικαίαρχός φησιν ἐν τοῖς περὶ τῆς Ἑλλάδος ἐν τοῖς δείπνοις μὴ εἶναι σύνηθες τοῖς ἀρ‐ χαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεε‐ στέρων γενομένων τῶν ἐδεσμάτων, κρατῆσαι τὸ ἔθος τῶν
5μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. Τῶν γὰρ ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων, τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπα‐ ζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, μὴ δυναμένους ἑαυτοῖς βοηθεῖν. Διὰ τοῦτο οὖν ὁ μερισμὸς ἐπενοήθη.

5

.

24

Νάηρα καὶ Χαρμιόνη: τούτων ἡ μὲν τῶν τρι‐ χῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεοπάτρας τῆς βασιλίσσης· ἡ δὲ, τῶν ὀνύχων· παρέμειναν δ’ αὐτῇ καὶ μέχρι θανά‐ του, καὶ ἀποθανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ
5τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγουστος χειρωσάμενος, ἐβουλήθη τὸ βασιλικὸν αὐτῆς περιελεῖν διά‐ δημα καὶ εἰς θρίαμβον ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. Ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως ἀποθανεῖν, ἢ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν
10ἑαυτὴν ἐμέλλησεν. Ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη, ἐπέτρεψεν Ναήρᾳ καὶ Χαρμιόνῃ ἐχίδνας παρ’ ἑκατέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. Εἶθ’ οὕτως καὶ Κλεοπάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ’ αὐτῆς ἀνῃρέθη. Ἀν‐125
15δριάντες οὖν χάλκεοι πρὸ τοῦ σήματος τῆς Κλεοπάτρας, ὃ καλεῖται Μαυσώλειον, Ναήρᾳ καὶ Χαρμιόνῃ ἀνετέθη‐ σαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι. Εἴρη‐ ται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνευόντων.

5

.

25

Νόμος καὶ χώρα: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Πέρσαι μὲν γὰρ μεθύοντες βουλεύονται καὶ τοὺς βασιλεῖς αὐτῶν ὡς θεοὺς προσκυνοῦσι· καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦ‐
5σιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶν τῶν μειζόνων μόνων τυγχάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραε‐ τίαν βλέπουσι. Καὶ ἄλλα εἰσὶ παρ’ αὐτοῖς, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται. Γόρδιοι τὸν παχύτατον ἑαυτῶν βασιλέα αἱροῦνται.
10Συρακοὶ τὸ διάδημα τῷ μακροτάτῳ διδόασιν. Ὡς
δέ τινες φασὶ, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν. Στυμφαλοὶ τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι προσομιλήσασαν. Ὄρειοι Μασσαγέται ἐν ταῖς ὁδοῖς πλησιάζουσι.126
15 Σαυρομάται παρὰ πότον τὰς θυγατέρας πιπράσκουσι. Μαζούσιος δὲ γυναικὶ οὐ μίγνυται, εἰ μὴ πολεμίαν ἕλῃ. Τιβαρηνοὶ, τῶν γυναικῶν τεκουσῶν, αὐτοὶ τὰς κε‐
φαλὰς δέονται καὶ κατακλίνονται.127
20 Παρὰ τοῖς Κερκεταίοις οἱ ἐργάται τὰ φορτία βα‐ στάζουσιν, ἄχρις οὗ τις αὐτὰ ὠνήσεται. Ἰσσηδόνες τοὺς γονεῖς ἐσθίουσι, χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσι. Τραυσοὶ ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ
25δὲ ἀποθνήσκουσι χαίρουσι. Βακχείριοι, ἐὰν [μὴ] ἀπὸ νόσου σωθῶσι, κυσὶν
ἑαυτοὺς παραβάλλουσιν. Ὀργεμπαῖοι οἰκίας οὐκ ἔχουσιν, οὐδὲ ἔμψυχόν τι σιτοῦνται. Εἰσὶ δὲ καὶ σὺν γυναιξὶ φαλακροὶ διὰ φύσιν128
30ὕδατος οὗ πίνουσι. Θυσσαγέται τοῖς θεοῖς τὰ ὀστᾶ θύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες. Ταυροσκύθαι ἀνθρώπους θύουσι. Βυζωνοὶ μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ
35τροφῇ χρῶνται. Οἱ κατὰ τὴν ἡμετέραν οἰκουμένην Ἴβηρες κυνῶν ἀγέλην τρέφουσιν ἀντὶ προβάτων. Αἰθίοπες δὲ οἱ λεγόμενοι † Κολχεῖς, ὑαίνας. Διὰ ταῦτα ἡ παροιμία εἴρηται.129

5

.

26

Ξένος ἔλθοι ὅστις ὀνήσει: ταύτην φησὶ Θεό‐ πομπος ὑπὸ Φιλίππου πρῶτον λεχθῆναι. Θετταλῶν γὰρ καταστρεψάμενος πόλιν καὶ τοὺς αὐτόθι ξένους πωλήσας, χλευάζων εἶπεν, Ἔλθοι ξένος ὅστις ὀνήσει.

5

.

27

Ξαίνεις εἰς πῦρ: λέγεται ἡ παροιμία αὕτη ἐπὶ τῶν μάτην κακοπαθούντων.

5

.

28

Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπν: ἐπὶ τῶν σφόδρα πονηρῶν ἡ παροιμία λέγεται, καὶ μηδὲ τοῦ τυχόντος ἐπαίνου ἀξίων. Εἰώθεσαν γὰρ οἱ παλαιοὶ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦ‐130
5λος ἦν.

5

.

29

Οἰνόη τὴν χαράδραν: ἡ παροιμία αὕτη λέγεται ἐπὶ τῶν ἑαυτοῖς κακόν τι ἐφελκομένων. Οἰνόη γὰρ δῆ‐ μός ἐστι τῆς Ἀττικῆς· οἱ δὲ οἰκοῦντες αὐτόθι χαράδραν ὑπὲρ αὐτῶν φερομένην παρέτρεψαν εἰς τὴν ἑαυτῶν χώ‐
5ραν. Πολλὴ δὲ γενομένη ἡ χαράδρα ἐλυμήνατο αὐτῶν τὰ γεώργια, καὶ τὰς οἰκίας κατέβαλεν.

5

.

30

Κρὴς τὴν θάλατταν: ἐπὶ τῶν ἐν οἷς δια‐ φέρουσι ταῦτα φεύγειν προσποιουμένων ἡ παροιμία ἐστίν· ἐπειδὴ ναυτικώτατοι οἱ Κρῆτες ἐγένοντο. Μέμνηται ταύ‐
της Ἀλκαῖος.131

5

.

31

Οὐ φροντὶς Ἱπποκλείδ: Ἱπποκλείδης μετὰ καὶ ἄλλων πολλῶν ἐμνηστεύσατο τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα. Τοῦ δὲ Κλεισθένους ἐν ἐνιαυτῷ ὅλῳ δοκιμάζοντος τοὺς μνηστῆρας, ὁ Ἱπποκλείδης ἐν
5συμποσίῳ ἐπὶ κεφαλὴν κυβιστήσας, ἄνω περιῆγε τοὺς πό‐ δας. Τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξωρχήσω τὸν γάμον· ὁ Ἱπποκλείδης ἔφη, Οὐ φροντὶς Ἱππο‐ κλείδ.

5

.

32

Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς τι ποιούν‐ των. Ἡ γὰρ νὺξ ἀκριβεστέρα τῆς ἡμέρας τοῖς πελαγο‐ δρομοῦσι, διὰ τὰς τῶν ἄστρων σημειώσεις. Ὁ δὲ Χρύ‐ σιππος ἀφελὼν τὴν οὐ ἀπόφασιν, Νυκτιπλοεῖς εἶπεν.

5

.

33

Οὐκ ἄνευ γε Θησέως: Θησεὺς πολλοῖς ἀριστεῦσι συνηγωνίσατο. Τῷ γὰρ Μελεάγρῳ συνήργησε πρὸς τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, τῷ Πειρίθῳ συνεμάχησε κατὰ τῶν Κενταύρων καὶ Ἡρακλεῖ πρὸς τὰς Ἀμαζόνας.132
5Ὅταν οὖν θαυμαστόν τι πραχθῇ οὐχ ὑπὸ μόνου τινὸς, εἰώθαμεν λέγειν αὐτῷ, Οὐκ ἄνευ γε Θησέως. Ἡ δὲ περὶ τοῦ Μελεάγρου ἱστορία καὶ τοῦ Καλυ‐ δωνίου συὸς οὕτως ἔχει· Μελεάγρου γεννηθέντος φασὶ τὰς Μοίρας παραγενομένας εἰπεῖν, Τότε τελευτήσει Με‐
10λέαγρος, ὅταν ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατα‐ καῇ. Τοῦτο ἀκούσασα ἡ μήτηρ αὐτοῦ Ἀλθαία, τὸν δα‐ λὸν ἀνείλετο, καὶ κατέθετο εἰς λάρνακα. Μελέαγρος δὲ ἀνὴρ γενναῖος γενόμενος τόνδε τὸν τρόπον ἐτελεύτησεν. Οἰνεὺς ὁ τούτου πατὴρ τὰς ἀπαρχὰς τῶν ἐτησίων καρ‐
15πῶν τοῖς θεοῖς θύων, τῆς Ἀρτέμιδος ἐπελάθετο. Ἡ δὲ ὀργισθεῖσα κάπρον ἐφῆκεν ἄγριον, μεγέθει τε καὶ ῥώμῃ ἔξοχον, ὃς τὴν γῆν τῶν Καλυδωνίων διέφθειρε καὶ τοὺς καρποὺς ἐλυμαίνετο. Ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν· καὶ τῷ κτείνοντι τὸν
20θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ἐπηγγείλατο. Πολλῶν οὖν συνελθόντων, καὶ ὁ Μελέαγρος ἐπὶ τὴν θήραν ἐξῆλθε, σύμμαχον προσκαλεσάμενος τὸν Θησέα. Συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. Πρώτη
25μὲν οὖν Ἀταλάντη τὸν κάπρον εἰς τὰ νῶτα ἐτόξευσε· Μελέαγρος δὲ κατὰ τοῦ κενεῶνος πλήξας ἀπέκτεινε, καὶ λαβὼν τὸ δέρας Ἀταλάντῃ χαριζόμενος ἔδωκε. Παρόντων δὲ ἐκεῖσε καὶ τῶν Θεστίου παίδων, τῶν ἀδελφῶν τῆς Ἀλ‐ θαίας, καὶ ἀδοξούντων εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται, τὸ
30δέρας ἐξ Ἀταλάντης ἀφείλοντο, λέγοντες κατὰ γένος αὐ‐
τῆς διαφέρειν, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο. Ὀργισθεὶς δὲ Μελέαγρος τοὺς μὲν Θεστίου παῖδας ἀπέ‐ κτεινε, τὸ δὲ δέρας Ἀταλάντῃ ἔδωκεν. Ἀλθαία δὲ λυπη‐ θεῖσα ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπωλείᾳ τὸν δαλὸν ἀνῆψεν,133
35καὶ ὁ Μελέαγρος ἐξαίφνης ἀπέθανε. Συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεὺς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱππο‐ δάμειαν μνηστευόμενος, εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. Ἀσυνήθως δὲ ἔχοντες οἴνου, ἀφειδῶς ἐμ‐
40φορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπε‐ χείρουν βιάζεσθαι. Ὁ δὲ Πειρίθους μετὰ Θησέως καθο‐ πλισάμενος μάχην συνῆψε. Καὶ πολλοὺς ὁ Θησεὺς ἀπ’ αὐτῶν ἀνεῖλεν. Ἀπῆλθε δὲ Θησεὺς καὶ μετὰ Ἡρακλέους πρὸς Ἀμα‐
45ζόνας. Εὐρυσθέως γὰρ ἐπιτάξαντος Ἡρακλεῖ κομίσαι τὸν Ἱππολύτης ζωστῆρα, τῆς τῶν Ἀμαζόνων βασιλίσσης, ἀπελθὼν Ἡρακλῆς ἐζήτει τοῦτον. Τῆς δὲ συνθεμένης δοῦναι, Ἥρα μανίαν φυλάττουσα πρὸς αὐτὸν, εἰκασθεῖσα μιᾷ τῶν Ἀμαζόνων περιῄει πάσαις λέγουσα, ὅτι ὁ πα‐

5

.

33

(50)

ραβαλὼν ξένος τὴν βασιλίδα βιάζεται, καὶ ταύτης τὸν ζωστῆρα, ὃν ἐξ Ἄρεος εἰς δεῖγμα τῆς βασιλείας εἴληφεν, ἀφελέσθαι βούλεται. Τοῦτο ἀκούσασαι Ἀμαζόνες, ἐφω‐ πλισμέναι κατὰ τοῦ Ἡρακλέους ἐξῄεσαν. Νομίσας δὲ Ἡρακλῆς ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην
55κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγω‐ νισάμενος ἀποπλεῖ. Διὰ τοῦτο ὕστερον βουλόμενος Ἡρα‐ κλῆς Ἀμαζόνας ἀμύνασθαι, ἐστράτευσε κατ’ αὐτῶν, συμ‐ παραλαβὼν καὶ Θησέα εἰς συμμαχίαν, ἃς καὶ κατεπολέ‐ μησε παρ’ αὐτοῦ συμμαχούμενος.

5

.

34

Οὐδὲ πυρφόρος ἐλείφθη: ἐπὶ τῶν μεγάλων
κινδύνων εἴρηται ἡ παροιμία· ἐπειδὴ πάσης πολεμικῆς παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδον καὶ στέμματα [καὶ λαμπάδα]· καὶ τούτου νόμος134
5ἦν μόνου φείδεσθαι τοὺς πολεμίους. Ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμία.

5

.

35

Ὁ σκνὶψ ἐν χώρ: ἐπὶ τῶν ταχέως μεταπηδών‐ των ἡ παροιμία εἴρηται. Σκνὶψ γάρ ἐστι θηρίδιον ξυ‐ λοφάγον, ἀπὸ τόπου εἰς τόπον μεταπηδῶν. Μέμνηται ταύτης Στράττις.

5

.

36

Οἶδε Πυλαία ταῦτα καὶ Τυττυγίας: ὁ Τυτ‐ τυγίας ἀνδραποδιστὴς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. Τάττεται δὲ ἡ παροιμία κατὰ τῶν ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων.

5

.

37

Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς: Κόρινθος πολλὰς εἶχεν ἑταίρας καὶ πολυτελεῖς, αἳ τοὺς ἀφικομένους τῶν ξένων ἐδασμολόγουν, τὰ ἐφόδια αὐτῶν ἀναλαμβάνουσαι. Διὰ γοῦν τοῦτο ἐπὶ τῶν τρυ‐
5φᾶν βουλομένων [ἀπόρων] εἰρῆσθαι τὴν παροιμίαν.135

5

.

38

Ὄνου πόκους ζητεῖς: ἐπὶ τῶν ἀνυπόστατα ζη‐ τούντων. Παρόσον τὴν ὄνον οὔτε πέξαι τὶς δύναται οὔτε κεῖραι. Λέγεται δὲ καὶ Ὄνον κείρεις, ἐπὶ τῶν ἀνηνύτοις ἐπιχειρούντων.

5

.

39

Ὄνου παρακύψεως: μέμνηται ταύτης Μέναν‐ δρος ἐν Ἱερείᾳ. Λέγουσι δὲ, ὅτι κεραμεύς τις ἔτρεφε πολλὰς ὄρνιθας ἐν τῷ ἐργαστηρίῳ· ὄνος δὲ παριὼν, ἀκο‐ λουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς136
5θυρίδος ἀνεσόβησε τὰς ὄρνιθας, † καὶ τὰ ἐν τῷ ἐργαστη‐ ρίῳ συνέτριψαν σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἦγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγε, Παρακύ‐ ψεως ὄνου. Ἐπὶ τῶν καταγελάστως οὖν συκοφαντουμέ‐
10νων εἴρηται ἡ παροιμία.

5

.

40

Οὐδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ μὴ προσήκοντα τοῖς ὑποκειμένοις λεγόντων ἡ παροιμία εἴρη‐ ται. Ἐπειδὴ τῶν χορῶν ἐξ ἀρχῆς εἰθισμένων διθύραμ‐ βον ᾄδειν εἰς τὸν Διόνυσον, οἱ ποιηταὶ ὕστερον ἐκβάντες
5τὴν συνήθειαν ταύτην, Αἴαντας καὶ Κενταύρους γράφειν ἐπεχείρουν. Ὅθεν οἱ θεώμενοι σκώπτοντες ἔλεγον, Οὐ‐ δὲν πρὸς τὸν Διόνυσον. Διὰ γοῦν τοῦτο τοὺς Σα‐ τύρους ὕστερον ἔδοξεν αὐτοῖς προεισάγειν, ἵνα μὴ δο‐ κῶσιν ἐπιλανθάνεσθαι τοῦ θεοῦ.

5

.

41

Οἶδα Σίμωνα καὶ Σίμων ἐμ: Τελχίνων φύ‐
σει βασκάνων ὄντων, (καὶ γὰρ τῷ τῆς Στυγὸς ὕδατι τὴν γῆν καταῤῥαίνοντες ἄγονον ἐποίουν,) δύο ἐγένοντο ἡγεμόνες, Σίμων καὶ Νίκων. Ὑπερίσχυε δὲ ὁ Σίμων κακοτροπώτα‐137
5τος ὢν, ὥστε τὴν ἐπὶ Νίκωνι φήμην ἀπαλεῖψαι. Διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. Λε‐ χθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινω‐ σκόντων.

5

.

42

Ὄνῳ τὶς ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν ἡ παροιμία εἴρηται κατ’ ἀμφό‐ τερα. Τό τε γὰρ ζῶον νωχελὲς ἐπὶ τὰ ἔργα καὶ τὰ ὦτα κινεῖ, οἱονεὶ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν·
5ὅπερ ἐστὶ καὶ αὐτὸ ἀναισθησίας. Πῶς γὰρ ἂν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἂν ὦτα μεγάλα ὥσπερ ὄνος ἔχῃ;

5

.

43

Οἰδίποδος ἀρ: ταύτης μέμνηται Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ἱστορεῖται δὲ, ὅτι Ἐτεοκλῆς καὶ Πολυνείκης, δι’ ἔθους ἔχοντες πέμπειν τῷ Οἰδίποδι ἑκά‐ στου ἱερείου τὸν ὦμον, ἐπιλαθόμενοι ἰσχίον ἔπεμψαν· ὁ
5δὲ νομίσας ὑβρίσθαι, κατηράσατο αὐτοῖς. Ἄλλοι δὲ λέ‐
γουσιν, ὅτι μετὰ τὸ ἀναγνωρισθῆναι Οἰδίπους τῇ μητρὶ αὐτοῦ Ἰοκάστῃ, τὰς ἰδίας ὄψεις ἐτύφλωσεν. Γνόν‐ των δὲ τῶν ἐγχωρίων τὸ γενόμενον μύσος, καὶ τῶν Θη‐ βαίων Οἰδίπουν ἐξελαυνόντων, τοῖς παισὶ κατηράσατο,138
10ἐπεὶ διωκομένῳ τῆς πόλεως οὐκ ἐπήμυναν· διὰ τοῦτο καὶ ὑπ’ ἀλλήλων ὕστερον ἀνῃρέθησαν.

5

.

44

Οἰταῖος δαίμων: Κλέαρχός φησιν, ὅτι δαίμων τις Οἰταῖος ἐπωνομάσθη, ὃς ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.

5

.

45

Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυσανασχετούντων ἐπί τινι δυσχερεῖ πράγματι λέγεται ἡ παροιμία. Κύκλωψ γάρ ἐστι δρᾶμα Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ ὁ Ὀδυσσεὺς περισχεθεὶς τῷ τοῦ Κύκλω‐
5πος σπηλαίῳ λέγει, Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν.

5

.

46

Ὅσα Μῦς ἐν Πίσσ: αὕτη ἡ παροιμία εἴρηται
ἐπὶ τῶν νενικηκότων τοὺς ἀνταγωνιστὰς διὰ πολλοῦ πό‐ νου· Μῦς γὰρ Ταραντῖνος πύκτης ἐν Πίσῃ ἀγωνιζόμενος, καὶ πολλοὺς ἔχων ἀντιμάχους, πολλὰς πληγὰς λαβὼν, μό‐139
5λις ἐνίκησεν.

5

.

47

Οὐδὲν ἱερὸν ὑπάρχεις: Κλέαρχός φησιν, ὅτι Ἡρακλῆς ἰδὼν τὸν Ἄδωνιν ἱδρυμένον, ἔφη, Οὐδὲν ἱε‐ ρόν. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν παντελῶς εὐτε‐ λῶν καὶ ἀχρήστων.

5

.

48

Οὗτος ἄλλος Ἡρακλῆς: Κλέαρχος ἐξηγούμενος τὴν παροιμίαν φησὶ τὸν Βριαρέω καλούμενον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς, καὶ λαβόντα τὶ τῶν ἐκεῖ κειμηλίων κατά τι παλαιὸν ἔθος, ὁρμῆσαι ἐπὶ τὰς Ἡρακλέους στή‐
5λας καλουμένας καὶ τῶν ἐκεῖ περιγενέσθαι. Χρόνῳ δὲ ὕστερον τὸν Τύριον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς χρη‐ σόμενον τῷ μαντείῳ· τὸν δὲ θεὸν προσειπεῖν αὐτὸν ἄλλον Ἡρακλέα· καὶ οὕτω τὴν παροιμίαν κρατῆσαι.

5

.

49

Οὐδὲ Ἡρακλῆς πρὸς δύο: φασὶν Ἡρακλέα
θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα, πιστεύσαντά τε τῇ ἑαυτοῦ δυνάμει, τῇ δευτέρᾳ πενταετηρίδι πρὸς δύο πυκτεύσαντα ἡττηθῆναι. Λέγουσι δὲ τούτους εἶναι οἱ μὲν Λάϊον καὶ140
5Φέρανδρον· οἱ δὲ Κτέατον καὶ Εὔρυτον.

5

.

50

Οἱ Κρῆτες τὴν θυσίαν: Ἀγαμέμνων, ὥς φασι, χειμασθεὶς κατηνέχθη εἰς Κρήτην, καὶ ἀναβὰς εἰς τὸ Πολυῤῥήνιον, θυσίαν ἐπετέλει. Ἐν τούτῳ δὲ οἱ αἰχμάλω‐ τοι τὰς ναῦς ἐνέπρησαν· οὗ ἀπαγγελθέντος αὐτῷ, μεσού‐
5σης τῆς θυσίας, τὸ μὲν καιόμενον ἱερεῖον καταλιπεῖν λέ‐ γεται, ἐλθεῖν δὲ πρὸς θάλασσαν ταραχθέντα, καὶ μίαν μόλις εὑρόντα ναῦν, ἐπ’ αὐτῆς ἀναχθῆναι, πολλὰ κατα‐ ρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. Ὅθεν εἴ ποτε τα‐ ραχώδης θυσία γένοιτο, Κρητικὴν καλεῖσθαι

5

.

51

Σικελὸς τὴν θάλασσαν: Σικελός, φασιν, ἔμπορος σῦκα ἄγων ἐναυάγησεν· εἶτα ἐπὶ πέτρας καθή‐ μενος, καὶ ὁρῶν τὴν θάλασσαν ἐν γαλήνῃ, ἔφη, Οἶδα ὃ θέλει· σῦκα θέλει.141

5

.

52

Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν: ὁ Δήμων φησὶν ἐν τοῖς τραχέσι καὶ δυσβάτοις τόποις τοὺς ἐλάφους προστρίβοντας τὰ κέρατα πρὸς τὰς θά‐ μνους, ἀποβάλλειν αὐτά. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς
5διατριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν.

5

.

53

Οὔθ’ ὕεται, οὔθ’ ἡλιοῦται: ἡ παροιμία εἴ‐ ρηται ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων, τουτέστιν, Οὔτε βρέχεται, οὔτε ἡλιοβολεῖται.

5

.

54

Οὐδὲ τὸ Δίωνος γρ: οὗτος ὁ Δίων Ἀλεξαν‐ δρεὺς μὲν ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλαίστην, † Τόψιον ἐπικαλούμενον. Λοι‐ δορούμενος δὲ ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ
5ἀκούων ῥητὰ καὶ ἄῤῥητα, καίτοι πολλοῦ ὄχλου ἐπακο‐ λουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον [αὑτὸν κατὰ] τὸ τῆς φιλοσοφίας παράγγελμα τηρῶν· ἐν‐
τὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρ. ὁ δὲ ἀθύ‐142
10μησας ἀπήγξατο. Εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ γρῦ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόντος. Καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρ, καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν λεπτὰ σκευάρια, καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.

5

.

55

Οὐδ’ ἴκταρ βάλλειν: τὸ ἴκταρ σημαίνει ἐγ‐ γύς· τουτέστιν οὐδὲ ἐγγύς ἐστιν· εἴρηται δὲ κατὰ γλῶτ‐ ταν, ὥσπερ τὸ Διωλύγιον κακὸν σημαίνει τὸ μέγα. Μέμνηται δὲ ἀμφοτέρων ὁ Πλάτων. τοῦ μὲν διωλύγιον
5ἐν Θεαιτήτῳ, τοῦ δ’ ἴκταρ βάλλειν ἐν Πολιτείᾳ.

5

.

56

Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: αὕτη παρ’ οὐδενὶ τῶν ἀρχαίων ἐστί. λέγεται δὲ ἐπὶ τῶν σωζο‐ μένων ἀφ’ ὧν οὐκ ἤλπισαν. Φησὶ δὲ Εὔδοξος Ἡρακλέα τὸν Τύριον ὑπὸ Τυφῶνος διαφθαρῆναι· τὸν Ἰόλαον δὲ ἅ‐
5παντα πράττοντα διὰ τὸ ἀναστῆσαι τὸν Ἡρακλέα, τὸν ὄρτυγα, ᾧ ἔχαιρεν Ἡρακλῆς, ζῶντα καῦσαι· ἐκ δὲ τῆς
κνίσσης ἀναβιῶναι τὸν Ἡρακλέα.143

5

.

57

Οἴκοι τὰ Μιλήσια: ἡ παροιμία τέτακται ἐπὶ τῶν ὅπου μὴ προσήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρι‐ σταγόρας γὰρ ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν·
5ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυ‐ φὴν τὴν Ἰωνικήν. Εἶπεν οὖν τις τρὸς αὐτὸν τῶν Ἐφό‐ ρων, Οἴκοι τὰ Μιλήσια.

5

.

58

Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων μήτε μεθεῖναι βουλομένων ἡ παροιμία εἴρηται. Μέμνηται αὐτῆς Σοφοκλῆς Ἀχιλλέως ἐρασταῖς.

5

.

59

Σκύθης τὸν ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτὸ εἴρηται ἡ παροιμία. Μαρτυρεῖ δὲ καὶ Πίνδαρος λέγων·
5Ἄνδρες τινὲς ἀκκιζόμενοι Σκύθαι νεκρὸν ἵππον στυγέοισιν λόγῳ κτάμενον ἐν
φάε
ι· κρυφᾶ δὲ σκολιοὺς γένυσιν ἀνδέροισιν πό‐
δας ἠδὲ κεφαλά
ς.
144

5

.

60

Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: αὕτη τέτακται ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν· οἱ γὰρ ἥρωες κακοῦν ἕτοι‐ μοι μᾶλλον, ἢ εὐεργετεῖν, ὥς φησι Μένανδρος ἐν Συνεφ‐ ήβοις.

5

.

61

Πιτάνη εἰμ: αὕτη παρ’ Ἀλκαίῳ κεῖται. Λέγε‐ ται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς περιπιπτόντων ἅμα καὶ εὐπραγίαις· παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν
5ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι.

5

.

62

Πάντα κάλων σεῖε: παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα
χαλώντων.145

5

.

63

Πάντα λίθον κίνει: παροιμία. Ὅτε γὰρ Ξέρ‐ ξης ἐπὶ τοὺς Ἕλληνας ἐπεστράτευσεν, ἡττηθεὶς περὶ Σαλα‐ μῖνα, αὐτὸς μὲν ἀνέζευξε, Μαρδόνιον δὲ κατέλιπε πολε‐ μήσοντα τοῖς Ἕλλησιν. Ἡττηθέντος δὲ καὶ τούτου τὴν
5ἐν Πλαταιαῖς μάχην, φήμη τις κατέσχεν, ὡς ἐν τῷ περι‐ βόλῳ τῆς σκηνῆς ὁ Μαρδόνιος θησαυρὸν καταλέλοιπε. Πριάμενος οὖν Πολυκράτης ὁ Θηβαῖος τὸν τόπον, χρόνον μὲν πολὺν ἐζήτει τὸν θησαυρόν· ὡς δ’ οὐδὲν ἐπέραινε, πέμ‐ ψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἂν εὕροι τὰ χρήματα.
10Τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει· ὅθεν ἡ παροιμία ἐκράτησεν.

5

.

64

Πολυκράτης μητέρα νέμει: μέμνηται ταύτης Δοῦρις· λέγει δὲ ὅτι Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων
5ὅτι, Μητέρα σοι ταύτην δίδωμι. Ὅθεν ἡ παροιμία ἐκράτησεν.

5

.

65

Παρεξηυλημένος τὸν νοῦν: ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυδρὸν ἢ διεφθορότα. Μετ‐ ενήνεκται δὲ ἀπὸ τῶν γλωσσιδίων τῶν ἐν τοῖς αὐλοῖς·
οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται.146

5

.

66

Πτωχοῦ πήρα οὐ πίμπλαται: τοῦτο παρὰ Καλλιμάχῳ ἐπὶ τῶν ἀπλήστων εἴρηται πτωχῶν.

5

.

67

Πόλεις παίζειν: μέμνηται ταύτης Κρατῖνος ἐν Δραπέτισιν· ἡ δὲ πόλις εἶδός. ἐστι παιδιᾶς πεττευτικῆς. Καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων, ταῖς λεγομέναις νῦν χώραις, τότε δὲ πόλεσιν.

5

.

68

Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα: μέμνηται ταύτης Ἀρχίλοχος ἐν ἐπωδῇ. Γράφει δὲ καὶ Ὅμηρος τὸν στίχον. Φησὶ δὲ καὶ Ἴων ὁ τραγικός· Ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
5καὶ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων θηρίων ὀσμὴν λάβ, στρόβιλος ἀμφ’ ἄκανθαν εἱλίξας δέμας, κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος.
Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν πανουργοτάτων.147

5

.

69

Πῦρ ἐπὶ πῦρ: παροιμία, ἧς μέμνηται Πλάτων. Καὶ κακὸν ἐπὶ κακ.

5

.

70

Πρὸς κέντρα λακτίζειν: παροιμία, ἧς μέμνη‐ ται Εὐριπίδης· Πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θε. Καὶ Αἰσχύλος δὲ ταύτης μέμνηται.

5

.

71

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: παροιμία λεχθεῖσα ἐξ αἰτίας τοιαύτης· Ἀγκαῖος παῖς Ποσειδῶνος φυτεύων ἀμπελῶνα βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ μεταλήψεσθαι τὸν
5δεσπότην τοῦ καρποῦ. Ὁ δὲ Ἀγκαῖος ἐπειδὴ ὁ καρπὸς ἐφθάκει, χαίρων ἐτρύφα, καὶ τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ τὴν κύλικα προσφέρειν τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ λόγου· ὁ δὲ ἔφη τὸν εἰρημένον
στίχον. Τούτων ἔτι λεγομένων οἰκέτης ἦλθεν ἀπαγγέλλων,148
10ὡς ὑπερμεγέθης σῦς τὸν ὄρχατον λυμαίνεται. Ὁ δὲ Ἀγ‐ καῖος ἀποβαλὼν τὴν πόσιν ἐπὶ τὸν σῦν ὥρμησε καὶ πληγεὶς ὑπ’ αὐτοῦ ἐτελεύτησεν. Ὅθεν ἡ παροιμία. Διονύσιος δέ φησιν εἰρῆσθαι αὐτὴν ἀπὸ τῆς Ἀντινόου μνηστευσαμένου τὴν Πηνελόπην συμφορᾶς. Προσαγόμενος γὰρ τὸ ἔκ‐
15πωμα ἐτελεύτησε τοξευθεὶς παρὰ τοῦ Ὀδυσσέως.

5

.

72

Πενία δὲ σοφίαν ἔλαχε: κομματικῶς τοῦτο ἐκ τῶν Εὐριπίδου εἵλκυσται, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν.

5

.

73

Πάντα χναύματα: λέγουσι τὰ ἀποθραύσματα τῶν ἰτρίων καὶ πλακούντων. Τὸ γοῦν πᾶν χναῦμα σημαίνει, οἷον πᾶν πρᾶγμα.

5

.

74

Πᾶσα γῆ πατρίς: τοῦτο μέρος ἐστὶ χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς.149

5

.

75

Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες: Φιλόχορός φησιν ὅτι Νύμφαι κατεῖχον τὸν Παρνασὸν τροφοὶ Ἀπόλλωνος τρεῖς, καλούμεναι Θριαί, ἀφ’ ὧν αἵ τε μαντικαὶ ψῆφοι θριαὶ καλοῦνται καὶ τὸ
5μαντεύεσθαι θριᾶσθαι. Ἄλλοι δὲ λέγουσι τὴν Ἀθηνᾶν εὑρεῖν τὴν διὰ τῶν ψήφων μαντικήν· ἧς εὐδοκιμούσης μᾶλλον τῶν Δελφικῶν χρησμῶν, τὸν Δία χαριζόμενον τῷ Ἀπόλλωνι ψευδῆ καταστῆσαι τὴν διὰ τῶν ψήφων μαντι‐ κήν. Πάλιν οὖν τῶν ἀνθρώπων ἐπὶ τοὺς Δελφικοὺς ἐρ‐
10χομένων χρησμοὺς τὴν Πυθίαν εἰπεῖν· Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες
ἄνδρε
ς.

5

.

76

Πεύκης τρόπον: αὕτη τάττεται κατὰ τῶν παν‐ ωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι
φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης.150

5

.

77

Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι: παροιμία ἐπὶ τῶν ψευδῆ δόξαν ἐχόντων.

5

.

78

Πάντα ὀκτ: Εὔανδρος ἔφη ὀκτὼ τοὺς πάντων εἶναι κρατοῦντας θεοὺς, Πῦρ, Ὕδωρ, Γῆν, Οὐρανὸν, Σε‐ λήνην, Ἥλιον, Μίθραν, Νύκτα. Ἄλλοι δέ φασιν ἐν Ὀλυμπίᾳ τὰ πάντα εἶναι ἀγωνίσματα ὀκτὼ, Στάδιον, [Δό‐
5λιχον,] Δίαυλον, Ὁπλίτην, Πυγμὴν, Παγκράτιον καὶ τὰ λοιπά· ἀφ’ ὧν εἰρῆσθαι πάντα ὀκτώ.

5

.

79

Πυραύστου μόρος: πτηνόν ἐστι ζωΰφιον, ὃ προσιπτάμενον τοῖς λύχνοις καὶ δοκοῦν ἅπτεσθαι τοῦ πυ‐ ρὸς κατακαίεται. Μέμνηται καὶ αὐτοῦ Αἰσχύλος εἰπών· Δέδοικα μωρὸν κάρτα πυραύστου μόρον.
5Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς προξενούντων
ἀπώλειαν.151

5

.

80

Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: φασὶ τοὺς Κᾶρας πολεμουμένους ὑπὸ Δαρείου τοῦ Πέρσου, κατά τινα παλαιὰν μαντείαν εἰρημένην αὐτοῖς τοὺς ἀλκιμωτά‐ τους προσθέσθαι συμμάχους, ἐλθεῖν εἰς Βραχγίδας, καὶ
5τὸν ἐκεῖ θεὸν ἐρωτῆσαι, εἰ Μιλησίους πρόσθοιντο συμ‐ μάχους· τὸν δὲ ἀποκρίνασθαι, Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. Οὗτος δὲ ὁ στίχος εἴρηται τὸ πρότερον παρὰ Ἀνακρέ‐ οντι, ὃς ἤκμασε μάλιστα κατὰ Κῦρον τὸν Πέρσην. Τρί‐
10τος δέ ἐστιν ἀπὸ Κύρου Δαρεῖος.

5

.

81

Ῥαδαμάνθυος ὅρκος: Κρατῖνός φησιν, ἐπὶ τῷ
χηνὶ καὶ τῷ κυνὶ καὶ τοῖς τοιούτοις ὅρκον Ῥαδαμάνθυι· ἀνατιθέασιν· ὡς καὶ Σωσικράτης ἐν δευτέρῳ Κρητικῶν· ἵνα μὴ θεοὺς ὀμνύωσιν.152

5

.

82

Ῥαμνουσία Νέμεσις: ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυται ἄγαλμα δεκάπηχυ, ὁλόλιθον, ἔργον Φειδίου, ἔχει δὲ ἐν τῇ χειρὶ μηλέας κλάδον· ἐξ οὗ φησιν Ἀντίγονος ὁ Καρύστιος πτύχιόν τι μικρὸν ἐξηρτῆσθαι τὴν ἐπιγραφὴν
5ἔχον, Ἀγοράκριτος Πάριος ἐποίησεν. Οὐ θαυμα‐ στὸν δέ· καὶ ἄλλοι γὰρ πολλοὶ ἐπὶ τῶν οἰκείων ἔργων ἕτερον ἐπιγεγράφασιν ὄνομα. Εἰκὸς οὖν καὶ τὸν Φειδίαν τῷ Ἀγο‐ ρακρίτῳ συγκεχωρηκέναι· ἦν γὰρ αὐτοῦ ἐρώμενος, καὶ ἄλ‐ λως ἐπτόητο περὶ τὰ παιδικά.

5

.

83

Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. Ξέναρχος γὰρ ὁ Σώφρονος υἱὸς εἰς δειλίαν ἐκω‐ μῴδησε τοὺς Ῥηγίνους.

5

.

84

Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόντων λέγεται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν Σικελῶν, τὰς ἀβρώτους ὄμφακας κλεπτόντων.
Μέμνηται ταύτης Ἐπίχαρμος.153

5

.

85

Σαρδόνιος γέλως: Αἰσχύλος ἐν τοῖς Περὶ παρ‐ οιμιῶν περὶ τούτου φησὶν οὕτως· «Οἱ τὴν Σαρδὼ κατοικοῦτες, Καρχηδονίων ὄντες ἄποικοι, τοὺς ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονότας τῷ Κρόνῳ
5ἔθυον γελῶντες καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν. Τὸν οὖν προσποίητον γέλωτα Σαρδόνιον κλη‐ θῆναι.» Τίμαιος δέ φησιν αὐτοὺς ἱστάντας τοὺς γονεῖς ἐν
10οἷς μέλλουσι βάλλεσθαι βόθροις, παίειν σχίζαις καὶ κα‐ τακρημνίζειν· φθειρομένους δὲ αὐτοὺς γελᾶν διὰ τὴν ἀπὸ τῶν τέκνων ἀδικίαν καὶ δόξαν τοῦ μακαρίως καὶ καλῶς
τελευτᾶν. Τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. Φύεται γάρ154
15τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλωτος ἀποθνήσκουσιν. Ἄλλοι δὲ τὸν καθ’ ὑπόκρισιν γέλωτα γινόμενον Σαρδόνιον καλεῖσθαι λέγουσιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι.
20 Σιμωνίδης δέ φησι τὸν Τάλω πρὸ τῆς εἰς Κρήτην ἀφίξεως οἰκῆσαι τὴν Σαρδὼ, καὶ πολλοὺς τῶν ἐν ταύτῃ διαφθεῖραι· οὓς τελευτῶντας σεσηρέναι, καὶ ἐκ τούτου ὁ
Σαρδόνιος γέλως. Περὶ δὲ τοῦ Τάλω τοιόνδε μυθολογεῖται· φασιν155
25αὐτὸν τοῦ χαλκικοῦ γένους εἶναι· δοθῆναι δὲ Μίνωϊ παρ’ Ἡφαίστου εἰς φυλακὴν τῆς νήσου Κρήτης. Οὗτος φλέ‐ βα μίαν εἶχεν ἀπὸ αὐχένος ἄχρι σφυρῶν κατατείνουσαν· κατὰ δὲ τὸ δέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. Τρὶς δὲ ἑκάστης ἡμέρας τὴν νῆσον περιερχόμενος ὁ Τά‐
30λως ἐτήρει. Διὸ καὶ προσπλέουσαν τὴν Ἀργὼ μετὰ Ἰά‐ σονος, ὑποστρέφοντος ἀπὸ Κόλχων, ἐκώλυε τῇ νήσῳ προσορμισθῆναι. Ἀπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῆς μανίαν ἐμβα‐ λούσης· ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον,
35καὶ τὸν ἧλον ἐξελούσης, διαῤῥυέντος τοῦ ἰχῶρος σὺν ὅλῳ τῷ αἵματι, οὕτως αὐτὸν τεθνάναι. Τινὲς δὲ αὐτὸν τε‐ λευτῆσαι λέγουσιν ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τοξευ‐ θέντα.

5

.

86

Σαρπηδονία ἀκτ: τόπος οὗτος Θρᾴκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος. Ἔστι δὲ καὶ ἑτέρα Σαρπηδονία περὶ Κιλικίαν· καὶ ἄλλη πρὸς τῷ ὠκεανῷ, Γοργόνων οἰκητήριον.

5

.

87

Συβαριτικὴ τράπεζα: ἀντὶ τοῦ ἐν πολυτελείᾳ.
Τρυφηταὶ γὰρ οἱ Συβαρῖται.156

5

.

88

Συβαρῖται διὰ πλατείας: παροιμία ἐπὶ τῶν σοβαρῶς πορευομένων.

5

.

89

Σικελὸς στρατιώτης: παροιμιῶδες. Ἐπεὶ ξέ‐ νοις ἐχρῶντο στρατιώταις ὡς ἐπὶ πολὺ οἱ ὑπὸ Ἱέρωνα.

5

.

90

Σκορακίζειν: ἀντὶ τοῦ, εἰς κόρακας πέμπειν, ἐκ‐ φαυλίζειν.

5

.

91

Σῦκον αἰτεῖς: αὕτη λέγεται κατὰ τῶν κολακευόν‐ των. Οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς, βουλό‐ μενοι παρ’ αὐτῶν λαμβάνειν τὰ πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν εἰς νέωτα.

5

.

92

Σῦκον ἐφ’ Ἑρμ: παροιμία ἐπὶ τῶν ἐκκειμένων ἐπ’ ὠφελείᾳ τοῖς βουλομένοις. Εἴ ποτε γὰρ φανείη σῦ‐ κον, τοῦτο τῷ Ἑρμῇ ἀνατιθέασι· τοῦτο δὲ οἱ βουλόμε‐ νοι ἀνελάμβανον.

5

.

93

Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει: παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀρ‐ γεῖν. Τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη. Εἴρηται157
5δὲ ἀπὸ ὀνηλάτου, οὗ ὁ μὲν ὄνος εἰς πηλὸν ἐπεπτώκει· ὁ δὲ, δέον βοηθεῖν, ἐπεκαλεῖτο τὸν Ἡρακλέα. Μέμνηται ταύτης τῆς παροιμίας Εὐριπίδης. Ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς ἀγωνίσασθαι, χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴ‐ ληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος εἰσελθὼν εἰς
10τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρας εἱστήκει, ἕως τυ‐ πτόμενος ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.

5

.

94

Συρακουσία τράπεζα: ἡ πολυτελής. Ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων.

5

.

95

Συστομώτερος σκάφης: παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων, διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφεῖτο. Τάττεται δὲ ἐπὶ τῶν μὴ δυναμένων
παῤῥησιάζεσθαι· ἐπειδὴ οἱ μέτοικοι σκάφας ἔφερον ἐν158
5ταῖς πομπαῖς. Μέμνηται ταύτης Μένανδρος ἐν τῷ Εὐ‐ νούχῳ.

5

.

96

Σχῖνον διατρώγειν: εἰώθασι τὸν σχῖνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· παρ’ ὃ καὶ τοὺς τοιούτους σχινοτρώκτας λέγουσιν.

5

.

97

Σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέ‐ λισσα: σειρῆνα λέγει οὐ τῶν ᾠδικῶν παρθένων μίαν, ἀλλὰ ζῶον ὑπόπτερον μελίσσῃ ἐοικὸς, ὥς φησιν Ἀρι‐ στοτέλης.

5

.

98

Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσί: τοῦ‐ το Σοφοκλέους ἐστὶν ἐξ Αἴαντος τοῦ Λοκροῦ· Πλάτων δὲ Εὐριπίδου φησὶν εἶναι τὸ ἰαμβεῖον. Καὶ οὐδὲν θαυ‐
μαστόν· συμπίπτουσι γὰρ ἀλλήλοις οἱ ποιηταί.159

5

.

99

Σὺν δὲ θεοὶ μάκαρες: τοῦτο ἐπιλέγουσιν οἱ ῥαψῳδοί· ὡς καὶ οἱ κιθαρῳδοὶ, Ἀλλ’ ἄναξ μάλα χαῖρε.

5

.

100

Σαυτὴν ἐπαινεῖς: αὕτη τῶν κατ’ ἔλλειψιν λε‐ γομένων ἐστί· τὸ δὲ πλῆρες ἔχει οὕτως, Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι. Ἀστυδάμας γὰρ ὁ Μορσίμου εὐημερήσας ἐν τῇ ὑποκρίσει
5Παρθενοπαίου, ἐψηφίσθη εἰκόνος ἐν τῷ θεάτρῳ ἀξιωθῆ‐ ναι. Γράψας οὖν αὐτὸς ἐπίγραμμα ὁ Ἀστυδάμας ἔπαι‐ νον ἑαυτοῦ ἔχον ἀνήνεγκεν ἐπὶ τὴν βουλήν· οἱ δὲ ἐψηφί‐ σαντο ὡς ἐπαχθὲς αὐτὸ μηκέτι ἐπιγραφῆναι. Διὸ καὶ σκώπτοντες αὐτὸν οἱ ποιηταὶ ἔλεγον,
10Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι.160

6

.

1

Συρβηνὸς χορός: αὕτη τέτακται κατὰ τῶν ἀτά‐ κτων χορῶν, ἀπὸ τοῦ τινὰς τοῖς ὑσὶν ἐπιφωνεῖν Σύρβας. Σύρβην δὲ τὸν τάραχον ἔλεγον.

6

.

2

Σκύτη βλέπει: μέμνηται αὐτῆς Εὔπολις ἐν Χρυ‐ σῷ γένει. Φησὶ γὰρ· Ἀτεχνῶς μὲν οὖν, τὸ λεγόμενον, σκύτη βλέπει. Εἴρηται δὲ ἐπὶ τοῖς ὑποψιαστικῶς διακειμένοις πρὸς τὰ
5μέλλοντα κακά.

6

.

3

Τὰ ἀπὸ τρίποδος: παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων, ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ. Τινὶ γὰρ πονηρῷ χρωμένῳ πολλὰ ἄτοπα ὁ θεὸς ἀνεῖλε καὶ τέλος ἐπεῖπε·
5Ταῦτά τοι ἐκ τρίποδος τοῦ Δελφικοῦ ἔφρασε
Φοῖβο
ς.

6

.

4

Τάλαντα Ταντάλου: διεβεβόητο ὁ Τάνταλος
ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. Διπλῆν δὲ συμβέβηκεν εἶναι τὴν παροιμίαν, καὶ τὴν μὲν, Ταν‐ τάλου τάλαντα τανταλίζεται· τὴν δὲ, Ταντάλου161
5τάλαντα.

6

.

5

Τὸ Δωδωναῖον χαλκεῖον: κεῖται παρὰ Μενάν‐ δρῳ ἐν τῇ Ἀῤῥηφόρῳ. Εἴρηται δὲ ἐπὶ τῶν πολλὰ λα‐ λούντων καὶ μὴ διαλειπόντων. Φασὶ γὰρ ἐν Δωδώνῃ χαλκεῖον ἐπὶ κίονος ἐν μετεώρῳ κεῖσθαι· ἐπὶ δὲ ἑτέρου
5πλησίον κίονος ἑστάναι τὸν παῖδα ἐξηρτημένον μάστιγα χαλκῆν· πνεύματος δὲ κινηθέντος μεγάλου τὴν μάστιγα πολλάκις εἰς τὸν λέβητα ἐκπίπτειν, καὶ ἠχεῖν οὕτω τὸν λέβητα ἐπὶ χρόνον πολύν.

6

.

6

Τερμέρια κακ: τὰ μεγάλα. Καὶ ἡ παροιμία
ἐντεῦθεν.162

6

.

7

Τετράδι γέγονας: παροιμία· τὸν Ἡρακλέα γὰρ φασὶ τετράδι γεννηθῆναι, καὶ ἔνδοξον ὄντα καὶ ἐπιφα‐ νέστατον ἄλλῳ ταλαιπωρεῖν. Ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων. Μέμνηται ταύτης Πλάτων ὁ κω‐
5μικός. Φασὶ δὲ αὐτὸν καὶ τετράδι θεὸν νομισθῆναι.

6

.

8

Τρυγόνος λαλίστερος: μέμνηται ταύτης Μέ‐ νανδρος ἐν Πλοκίῳ. Ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέρεσιν ἠχοῦσι. Τάτ‐ τεται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων.

6

.

9

Τενέδιος ἄνθρωπος: Τένης ὁ Κύκνου διαβλη‐ θεὶς ὑπὸ τῆς μητρυιᾶς ὡς πειράσας αὐτὴν καὶ ἐμβληθεὶς ὑπὸ τοῦ πατρὸς εἰς λάρνακα, ἐσώθη διὰ τῆς θαλάσσης εἰς Τένεδον τὴν νῆσον. Ἐνομοθέτησεν οὖν, ἐπὶ τῶν
5δικῶν ἵστασθαι ἄνθρωπον πέλεκυν ἔχοντα κατὰ νῶτα τοῦ κρίνοντος καὶ τοῦ κρινομένου, ἵνα ὁ ἁλοὺς εὐθὺς τῷ πε‐ λέκει πληγεὶς ἀποθάνῃ. Εἴρηται οὖν ἡ παροιμία καὶ ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις· ὁ γὰρ τὸν πέλεκυν ἔχων φοβε‐
ρὸς ἐφειστήκει. Μέμνηται ταύτης ἐν Ἐφεσίῳ Μένανδρος.163

6

.

10

Τὰ Ναννάκου: εἴρηται ἡ παροιμία ἐπὶ τῶν θαυ‐ μαζομένων ἐπὶ παλαιότητι, ἢ ἐπὶ τῶν πολλὰ θρηνούντων. Νάννακος γὰρ ἐγένετο Φρυγῶν βασιλεὺς, ὡς φησὶν Ἑρμο‐ γένης ἐν τοῖς Φρυγίοις, πρὸ τῶν Δευκαλίωνος χρόνων·
5ὃς προειδὼς τὸν μέλλοντα κατακλυσμὸν, συναγαγὼν πάν‐ τας εἰς τὰ ἱερὰ μετὰ δακρύων ἱκέτευεν. Ἡρώδης δὲ ὁ ἰαμβοποιὸς φησὶν·
Ἵνα τὰ Ναννάκου κλαύσ.

6

.

11

Τὰ τρία τῶν εἰς τὸν θάνατον: μέμνηται ταύ‐ της Ἀλέξανδρος ἐν Αἰπόλοις. Ἀριστείδης μὲν οὖν φησὶν, ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένον ἐλάμβανε τὸν χρησμόν· καὶ προείρηται αὐτῷ, εἰ λύσει πρὸ τῆς νε‐
5νομισμένης ἡμέρας, ἕξει μίαν τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι, ἢ τῆς χειρὸς, ἢ τῆς γλώττης. Ἄλλοι δέ φασιν ὅτι τῷ καταγινωσκομένῳ θά‐
νατον τρία προσεφέρετο, ξίφος, βρόχος, κώνειον.164

6

.

12

Τὸ περὶ Δρῦν σκότος: Ἀριστοτέλης φησὶν ἐν τῇ Σαμίων πολιτείᾳ, Πριηνέας πολλοὺς ὑπὸ Μιλησίων ἀναιρεθῆναι περὶ τὴν καλουμένην Δρῦν· ὅθεν καὶ τὰς Πριηνείας γυναῖκας ὀμνύναι τὸ περὶ Δρῦν σκότος.

6

.

13

Τὰς ἐν τῇ φαρέτρᾳ ψηφῖδας: Φύλαρχος φησὶ τοὺς Σκύθας μέλλοντας καθεύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγαγόν‐ τες, καθιέναι εἰς τὴν φαρέτραν ψηφῖδα λευκήν· εἰ δὲ
5ὀχληρῶς, μέλαιναν. Ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐκ‐ φέρειν τὰς φαρέτρας καὶ ἀριθμεῖν τὰς ψήφους· καὶ εἰ εὑρεθείησαν πλείους αἱ λευκαὶ, εὐδαιμονίζειν τὸν ἀπογενό‐ μενον. Ὅθεν παροιμιασθῆναι, τὴν ἀγαθὴν ἡμῶν ἡμέραν λε‐ γόντων τῶν ἐκ τῆς φαρέτρας εἶναι. Καὶ Μένανδρος δὲ φη‐
10σὶν ἐν Λευκαδίᾳ, τὴν ἀγαθὴν ἡμέραν λευκὴν καλεῖσθαι.

6

.

14

Τί σοι ὁ Ἀπόλλων κεκιθάρικεν; τὸ κεκι‐ θάρικεν, οἷον, ἐμαντεύσατο· ὡς φησὶν Αἰσχύλος ἐν Αἴαντι Λοκρῷ.

6

.

15

Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἡ παρ‐ οιμία εἴρηται ἐπὶ τῶν ὕστατα καὶ τελευταῖα ποιούντων. Μέμνηται δὲ αὐτῆς Μένανδρος. Φασὶ δὲ, ὅτι Πολυκρά‐
της ὁ Σαμίων τύραννος ἑλὼν Ῥήνειαν καὶ ἀναθεὶς αὐτὴν165
5Ἀπόλλωνι τῷ Δηλίῳ, ἀγῶνα θεὶς κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια καὶ Πύ‐ θια; Ἀνεῖλε δὲ αὐτὸς ὁ θεός· Ταῦτά σοι καὶ Δή‐ λια καὶ Πύθια. Ἐσήμαινε δὲ αὐτῷ ὅτι εὐθὺς ἀπο‐ θανεῖται· Ὀροίτης γὰρ αὐτὸν ὁ Πέρσης ἐσταύρωσεν.

6

.

16

Τάδε Μῆδος οὐ φυλάξει: Δικαίαρχος φησὶν, ὅτι μελλούσης τῆς Ξέρξου στρατείας γίνεσθαι, οἱ Ἕλλη‐ νες ἀπογνόντες τῆς σωτηρίας, τὰς οὐσίας αὑτῶν ἀνήλι‐ σκον, ἐπιλέγοντες, Τάδε Μῆδος οὐ φυλάξει.

6

.

17

Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γέν: ταύτης Πλάτων ἐν Μενέλεῳ μέμνηται. Φασὶ δὲ, ὅτι ἐν Θήβαις οἱ ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. Καὶ Ἀριστοτέλης δέ φησι περὶ Θηβαίων τὸ αὐτὸ τοῦτο,
5ὅτι τοὺς αὐτόχειρας ἑαυτῶν γινομένους οὐκ ἐτίμων. Τὸ οὖν, Ἵνα ἥρως γέν, κατ’ εὐφημισμὸν εἴρηται.

6

.

18

Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπερ‐ γήρων τάττεται. Ἱστορεῖται δὲ, ὅτι Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο, ὡς φησὶ Κλέαρχος ἐν τῷ περὶ βίων.

6

.

19

Τὸ θερμὸν τοῦ ὀβελο: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων εἴρηται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. Μέμνηται ταύτης Σοφοκλῆς.

6

.

20

Ὑπὸ παντὶ λίθῳ σκορπίος: παροιμία,
Ὑπὸ παντὶ λίθῳ σκορπίος καθεύδει.166

6

.

21

Ὕλαν κραυγάζειν: ἐπὶ τῶν μάτην βοώντων ἡ παροιμία εἴρηται. Ἐπειδὴ τὸν Ὕλαν ἀφανῆ γενόμενον ὁ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ μετὰ κραυγῆς πολλὰ ζητήσας οὐχ εὗρεν.
5 Ἱστορεῖται δὲ περὶ τοῦ Ὕλα, ὅτι ἡρπάγη παρὰ τῶν Νηρηΐδων διὰ κάλλος. Φασὶ γάρ τινες, καὶ τὸν Ἡρα‐ κλέα σύμπλουν γενέσθαι τῷ Ἰάσονι μετὰ καὶ τοῦ Ὕλα, διὰ δὲ τὴν τούτου ἀπώλειαν λυπηθέντα τὸν Ἡρακλέα εἰς Μυσίαν ἀπολειφθῆναι. Ἐκεῖσε γὰρ οἱ Ἀργοναῦται προ‐
10σχόντες, τὸν Ὕλαν Ἡρακλέους ἐρώμενον πρὸς θήραν πέμπουσιν· ὁ δὲ διὰ κάλλος ὑπὸ Νηρηΐδων ἁρπαγεὶς ἀνε‐ βόησε. Καὶ Πολύφημος ἀκούσας αὐτοῦ βοήσαντος, σπα‐ σάμενος τὸ ξίφος ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων, καὶ δηλοῖ περὶ τούτου Ἡρακλεῖ· ζητήσαντος δὲ πολλὰ
15τὸν Ὕλαν Ἡρακλέους, καὶ μὴ ὑποστρέψαντος διὰ λύπην, ἐπεὶ τὸν ζητούμενον οὐχ εὗρεν, ἡ ναῦς ἀνήχθη. Καὶ Ἡρακλῆς πρὸς Ἄργος ὑπέστρεψεν.

6

.

22

Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο Δημητρίου τοῦ Ἁλικαρνασέως φασὶν εἶναι λέγοντος, Οἶνός τοι χαριέντι πέλει ταχὺς ἵππος ἀοιδ·
ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.167

6

.

23

Ὑπὲρ τὰ ἐσκαμμένα: Φάϋλλος ἐγένετο πέντα‐ θλος * Πόντιος, ὃς ἐδόκει μέγιστα δισκεύειν καὶ ἅλλε‐ σθαι· ἐπειδὴ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους πεντήκοντα πό‐ δας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παροιμίαν πε‐
5ριέστη.

6

.

24

Ὕδωρ παραῤῥέει: αὕτη τάττεται ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκεί‐ μενον. Μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς ῥέοντα πλοῖα εἰσβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ.
5Μέμνηται αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν.

6

.

25

Ὑπέρου περιτροπ: αὕτη τέτακται ἐπὶ τῶν πάντα ποιούντων καὶ μηδὲν περαινόντων. Μέμνηται αὐ‐
τῆς Φιλήμων ἐν Ἥρωσιν.168

6

.

26

Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων εἴρηται ἡ παροιμία· διὰ τὰς τῆς Ὕδρας κεφαλὰς, ἃς τέμνων ὁ Ἡρακλῆς οὐδὲν μᾶλλον ἐκράτει τῆς Ὕδρας, ἀναδιδούσης ἄλλας ἀντὶ τῶν κοπτομένων κεφαλάς.
5 Ἡ δὲ Ὕδρα θηρίον ἦν μέγιστον, ἐν τῇ Λέρνῃ τρε‐ φόμενον, κεφαλὰς ἔχουσα ὀκτὼ, μίαν μέσην ἀθάνατον. Ταύτην κατ’ ἐπιταγὴν Εὐρυσθέως ὁ Ἡρακλῆς ἔκτεινεν. Ἅρματα γὰρ ἐπιβὰς, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς Λέρνην, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, καὶ βάλλων βέ‐
10λεσιν ἠνάγκασεν αὐτὴν ἐξελθεῖν, καὶ κρατήσας τὰς κε‐ φαλὰς ἀπέτεμνεν. Ἀλλ’ οὐδὲν ἀνύειν ἠδύνατο· μιᾶς γὰρ κοπτομένης, δύο ἀνεφύοντο. Προσκαλεσάμενος οὖν βοη‐ θὸν τὸν Ἰόλαον, ἐπέταξεν αὐτῷ μέρος τι καταπρῆσαι τῆς ἐγγὺς ὕλης, καὶ τοῖς δαλοῖς ἐπικαίειν τοὺς τόπους
15τῶν τετμημένων κεφαλῶν, καὶ τοῦτον τὸν τρόπον Ἰολάου κωλύοντος τὰς ἀναφυομένας κεφαλὰς, Ἡρακλῆς περιγίνε‐ ται τὴν ἀθάνατον ἀποκόψας, τὸ σῶμα δὲ τῆς Ὕδρας ἀνασχίσας, καὶ τῇ χολῇ ταύτης τοὺς ὀϊστοὺς βάψας, θανατηφόρους εἰργάσατο.

6

.

27

Ὑγιέστερος κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαι‐ νόντων ἡ παροιμία, ἀπὸ τοῦ ζώου τοῦ κρότωνος. Λεῖον γάρ ἐστιν ὅλον, καὶ χωρὶς ἀμυχῆς, καὶ μηδὲν ἔχων σίνος. Μέμνηται τούτου Μένανδρος ἐν Λοκροῖς.

6

.

28

Ὑπὲρ ὄνου σκιᾶς: μέμνηται ταύτης ἐν τῷ Ἐγχει‐
ριδίῳ Μένανδρος. Λέγουσι δὲ ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος, οὐκ ἀνεχομένων τῶν δικαστῶν,169
5εἶπεν· Ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ· Νεανί‐ σκος ποτὲ ὄνον ἐμισθώσατο Ἀθήνηθεν Μέγαράδε· με‐ σημβρίας δὲ καταλαβούσης, καταλύσας τὸν γόμον, ὑπῆλ‐ θε τὴν σκιὰν τοῦ ὄνου. Ἐκβαλλόμενος δὲ ὑπὸ τοῦ ὀνη‐ λάτου, πρὸς βίαν διεφέρετο, μεμισθῶσθαι καὶ τὴν σκιὰν
10λέγων· ἀντιλέγοντος δὲ τοῦ ὀνηλάτου καὶ φάσκοντος τὸν ὄνον μεμισθωκέναι, εἰς δικαστήριον εἰσῆλθον ἀμφότεροι. Εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήμα‐ τος. Ἀξιούντων δὲ τῶν δικαστῶν τῆς δίκης τὸ τέλος μαθεῖν, εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· Ὑπὲρ μὲν
15ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε· ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ τῆς φωνῆς ἀνέχεσθε; Ἄλλοι δὲ λέγουσιν, ὅτι Ἀθήνηθεν εἰς Δελφοὺς τὸν ὄνον ἐμισθώσατο. Ὅθεν, φασὶ, καὶ αὐτὸς ὁ Δημοσθέ‐ νης περὶ τῆς ἐν Δελφοῖς σκιᾶς φησὶ, καὶ ὁ Πλάτων δὲ,
20καὶ ἄλλοι πολλοί. Καὶ Ἀρχίππῳ δὲ κωμῳδία γέγονεν, Ὄνου σκι. Τάττεται δὲ ἐπὶ τῶν περὶ μηδενὸς χρησί‐ μου φιλοτιμουμένων.

6

.

29

Ὑπὲρ τὰ Καλλικράτους: Κλέαρχός φησιν, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. Εἴ ποτε ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβο‐ λικῷ, ἔλεγον, Ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέ‐
5λης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τῶν δικαστῶν τοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι.170

6

.

30

Ὑπερβερεταῖα: ἐπὶ τῶν ὑπερχρονίων εἴρηται. Παρὰ γὰρ Μακεδόσιν ὁ τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος ἀνεγράφη.

6

.

31

Φόνου πτερόν: τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ἢ ταχύν. Βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον.

6

.

32

Φρουρεῖν ἢ πλουτεῖν: ἐπὶ τῶν ἀναλισκόντων ἐκ τῶν ἀλλοτρίων ἡ παροιμία εἴρηται. Ἀθηναῖοι γὰρ φρουραῖς διαλαβόντες τοὺς νησιώτας, μισθοὺς ἔταξαν μεγάλους τοῖς φυλάττουσιν ὑπ’ αὐτῶν χορηγεῖσθαι τῶν
5νησιωτῶν.

6

.

33

Φρουρῆσαι ἐν Ναυπάκτ: Φιλίππου Ναύπα‐ κτον ἑλόντος Ἀχαιοὶ τοὺς φρουροὺς ἀπέσφαξαν καὶ Παυ‐ σανίαν τὸν ἄρχοντα τῆς φρουρᾶς ἀπέκτειναν, ὥς φησι Θεόπομπος.

6

.

34

Φιλίππου Ἀλεκτρυών: αὕτη τάττεται ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων. Ἀλεκτρυὼν γάρ τις ἐγένετο Φιλίππου στρατηγὸς, ὃν ἀπέκτεινεν, ὥς φασι, Χάρης ὁ Ἀθηναῖος. Μέμνηται δὲ αὐτοῦ Ἡρα‐
5κλείδης ὁ κωμικὸς, καὶ Ἀντιφάνης.

6

.

35

Φωκαέων ἀρ: οἱ Φωκαεῖς ποτὲ τῆς αὑτῶν ἐκπεσόντες ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν. Μέμνηται ταύτης Ἡρόδοτος ἐν τῇ πρώτῃ.171

6

.

36

Φασηλιτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν καὶ ἀναί‐ μων λέγεται. Φασὶ γὰρ τοὺς Φασηλίτας ταρίχους τοῖς θεοῖς θύειν.

6

.

37

Φώκου ἔρανος: αὕτη λέγεται κατὰ τῶν εὐωχίας συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυ‐ γατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγε, καὶ ἑστιῶν τοὺς μνηστῆρας ἀνεβάλλετο
5τὸν γάμον. Ὀργισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον.

6

.

38

Χαλεπὰ τὰ καλ: παροιμία, ἧς μέμνηται καὶ Πλάτων. Ἐλέχθη δὲ ἐντεῦθεν· Περίανδρον τὸν Κορίν‐ θιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλεῖν καὶ τυραννικὸν ἀπὸ δημοτικοῦ γε‐
5νέσθαι· καὶ ταῦτα Πιττακὸν πυθόμενον τὸν Μιτυληναῖον καὶ δείσαντα περὶ τῆς ἑαυτοῦ γνώμης, φυγεῖν τότε τυ‐ ραννοῦντα Μιτυληναίων. Ἀλλὰ πυνθανομένων δι’ ἣν αἰτίαν ἀφίστατο τῆς ἐξουσίας, εἰπεῖν τὸν Πιττακὸν, Ὡς ἄρα χαλεπὸν ἐσθλὸν ἔμμεναι· νομίσαντα διὰ τὰ
10συμβάντα τῷ Περιάνδρῳ δυσχερέστατον εἶναι τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. Σόλωνα δὲ ταῦτα πυνθανόμενον εἰπεῖν, Χαλεπὰ τὰ καλ· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἄλλοι δὲ τὸ Χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου.
Ἀδύνατον οὖν εἶναι ἐφ’ ἅπαντα ἀγαθόν.172

6

.

39

Χαραδραῖος λέων: ὁ παρὰ ταῖς Χαράδραις, εἰ μὴ ἄρα τὸν Θεσπιακὸν λέγει, ὃν πρῶτον ἀνεῖλεν Ἡρα‐ κλῆς ἐν Θεσπιαῖς. Χαράδρα δὲ καλεῖται ὁ τόπος.

6

.

40

Χάραξ τὴν ἄμπελον: παροιμία, ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον πάθῃ. Ἀναγράφει δὲ αὐτὴν κα‐ κῶς Ἀριστοφάνης, Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.

6

.

41

Χαρώνιος θύρα: μία τοῦ νομοφυλακίου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτου ἐξάγονται.

6

.

42

Χαῖρε φίλον φῶς: γραῦς θέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥάκωσιν τοῦ σώματος ἐλέγξῃ, τὸν λύχνον ἀποσβέσασα εἶπε, Χαῖρε φίλον φῶς.

6

.

43

Χρήματα χρήματ’ ἀνήρ: αὕτη ἀποφθεγμα‐ τικὴ ἐστὶν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. Μέμνη‐ ται αὐτῆς Πίνδαρος. Ἀλκαῖος δὲ ὁ ποιητὴς ὑπὸ Ἀριστο‐ δήμου τοῦ Λακεδαιμονίου εἰρῆσθαι ταύτην φησίν.

6

.

44

Χειροβρῶτι δεσμ: τοῖς πυκτικοῖς ἱμᾶσι. Διὰ τὸ τὰς σάρκας διακόπτειν καὶ ἀναλίσκειν. Βέλτιον δὲ τὸν δεσμὸν ἀκούειν, τὸν ἀποβιβρώσκοντα τὼ χεῖρε. Ἐδε‐ ήθη γὰρ ἔν τινι πετραίῳ Στησίχορος εὐναρχεῖν τῶν ἐπὶ173
5Πελίᾳ ἄθλων.

6

.

45

Χθόνια λουτρ: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. Ἐκομίζετο γὰρ ἐπὶ τοὺς τάφους λουτρά.

6

.

46

Χειρώνειον ἕλκος: τὸ ἀπὸ πολλῆς στάσεως ἐν τοῖς ποσὶ γινόμενον τραῦμα, καὶ διηνεκῶς ἰχῶρας ἐκκρί‐ νον. Τοξευθεὶς γὰρ ὑπὸ Ἡρακλέους ὁ Χείρων, μάχην πρὸς Κενταύρους ἐνστησαμένου, ἀνίατον ἔσχεν ἕλκος περὶ
5τὸν πόδα· δι’ οὗ καὶ ἀπέθανεν. Ὅθεν ἡ παροιμία ἐπὶ τῶν ἀνιάτων προήχθη τραυμάτων.

6

.

47

Χρυσὸς ὁ Κολοφώνιος: μέμνηται ταύτης Ἀρι‐ στοφάνης ἐν Κωκάλῳ. Εἴρηται δὲ, παρόσον οἱ Κολο‐ φώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται. Καὶ Ἡρόδοτος δὲ Κολοφώνιον καλεῖ τὸν ἄριστον χρυσόν.

6

.

48

Χαμαὶ ἀντλεῖς, Πλίνθον πλύνεις, Φακὸν κόπτεις: αὗται πᾶσαι ἐπὶ τῶν τοῖς ἀδυνάτοις ἐπιχει‐ ρούντων εἴρηνται.

6

.

49

Ψώρα Ἡράκλειος: ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. Ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ ἀνῆκε πολλαχοῦ θερμὰ λουτρὰ πρὸς ἀνάπαυλαν τῶν πό‐ νων, ὡς φησὶ καὶ Πείσανδρος ὁ ποιητὴς ἐν τοῖς περὶ
5Ἡρακλέους.174

6

.

50

Ὥσπερ Χαλκιδικὴ τέτοκεν ἡμῖν ἡ γυν: ταύτης Πολύζηλος μέμνηται ἐν Μουσῶν γοναῖς, ἐπί τι‐ νος πολλὰς θυγατέρας ἀπογεννώσης· ἐπειδὴ Χαλκίδα τῆς Εὐβοίας πόλιν φασὶ ποτὲ ἀνθῆσαι δόρασί τε καὶ πλή‐
5θει τετρώρων ἁρμάτων. Οἱ δὲ φασὶν οὐ τὴν πόλιν, ἀλλὰ τὴν ἡρωΐδα Χαλκίδα εἰρῆσθαι. Κόμβην γὰρ φασὶ, τὴν ἐπικληθεῖσαν Χαλκίδα, ἐπειδὴ ὅπλα χαλκᾶ ἐποιήσατο, πρώτην συνοικήσασαν ἀνδρὶ ἑκατὸν παίδων γενέσθαι μη‐ τέρα, ὡς ἱστοροῦσιν οἱ τὰ Εὐβοϊκὰ συγγράψαντες καὶ
10Ἄριστος ὁ Σαλαμίνιος.

6

.

51

Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος: ταύ‐ της μέμνηται Μένανδρος ἐν Ὀλυνθίᾳ.

6

.

52

Ὡς τὴν ἐν Ἄργει ἀσπίδα καθελὼν σεμνύ‐ νεται: οἱ μὲν ἱερὰν φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καθ‐ ηλουμένην ὀχυρὰν καὶ δυσκαθαίρετον. Οἱ δὲ λόχον φα‐ σὶν εἶναι ἐν Ἄργει τῶν πάνυ ἀκμαζόντων νεανίσκων, ὃν
5Ἀσπίδα καλεῖσθαι.175